γονέων γεγέννηκα· τρίς, οὐχ ἅπαξ, ἀνήρπαστο ἂν ἐπ’ αὐτῷ Τιβερίου φονῶντος, εἰ μὴ δι’ ἐμὲ καὶ τὰς ἐμὰς παρηγορίας· ἀλλὰ καὶ τελευτήσαντος ἔχων ὑπηκόους τὰς στρατιωτικὰς δυνάμεις εὐθὺς εἰς τὴν ἐκείνου παρέπεμψα τάξιν, ἀναδιδάσκων ὅτι ἀνδρὸς ἑνὸς γέγονεν ἔνδεια· μένει δὲ ἄρτιος καὶ πλήρης ἡ ἡγεμονία.“
Legatio Ad Gaium. Philo Judaeus. ed. Leopold Cohn, ed. Siegfried Reiter. Germany. 2014.
Funding provided by European Social Fund Saxony.