πλάγιός τις ἀναίρεσις· ἔμελλον γὰρ οἱ μὲν κατὰ τὴν πρὸς Ἰουδαίους φιλονεικίαν μᾶλλον ἢ τὸ πρὸς Γάιον εὐσεβὲς καταπλήσειν τὴν χώραν ἅπασαν p. 595 M. ἀναθημάτων, οἱ δὲ ἐν ὄψεσι ταῖς αὑτῶν τὴν τῶν πατρίων ὁρῶντες κατάλυσιν, εἰ καὶ πάντων ἦσαν πρᾳοπαθέστατοι, μὴ ἀνέχεσθαι, Γάιος δὲ τοὺς παρακινηθέντας τιμωρίᾳ κρίνων μεγίστῃ ἀνατεθῆναι
πάλιν κελεύειν τὸν ἀνδριάντα ἐν τῷ ἱερῷ.
Legatio Ad Gaium. Philo Judaeus. ed. Leopold Cohn, ed. Siegfried Reiter. Germany. 2014.
Funding provided by European Social Fund Saxony.