περὶ τὰ ἄδυτα φυλακὴ τοῦ νομοθέτου μόνα ἐκ πάντων ἄβατα καὶ ἄψαυστα βουληθέντος αὐτὰ διατηρεῖσθαι. πόσους ἂν οὖν οἴει θανάτους 1 ἑκουσίως ὑπομένειν τοὺς περὶ ταῦτα ὡσιωμένους, εἰ θεάσαιντο τὸν ἀνδριάντα εἰσκομιζόμενον; ἐμοὶ μὲν δοκοῦσι γενεὰς ὅλας αὐταῖς γυναιξὶ καὶ τέκνοις ἀποσφάξαντες ἐπὶ τοῖς τῶν οἰκείων πτώμασιν ἑαυτοὺς τελευταῖον καθιερεύσειν. ταῦτα μὲν Τιβέριος ἔγνω.
Legatio Ad Gaium. Philo Judaeus. ed. Leopold Cohn, ed. Siegfried Reiter. Germany. 2014.
Funding provided by European Social Fund Saxony.