τοῦ ἄγους, ὡς οὐκ ἐξὸν αὐτοκρατόρων ἀπογόνους πρὸς ἑτέρων ἀναιρεῖσθαι — νόμων γὰρ ἐν ἀνομίαις καὶ ὁσιότητος ἐν ἀνοσιουργίαις ἐμέμνητο κατειρωνευόμενος τὴν φύσιν τῆς ἀληθείας —, ἀπείρως ἔχων — οὐδὲ γὰρ ἕτερόν τινα κτεινόμενον εἶδεν οὐδὲ ἤσκητό πω ταῖς ὁπλομαχίαις, αἳ μελέται καὶ προγυμνάσματα παίδων ἐφ’ ἡγεμονίᾳ τρεφομένων εἰσὶ διὰ
τοὺς ἐνισταμένους πολέμους — τὸ μὲν πρῶτον τοὺς ἥκοντας παρεκάλει τὸν αὐχένα προτείνας ἀνελεῖν.
Legatio Ad Gaium. Philo Judaeus. ed. Leopold Cohn, ed. Siegfried Reiter. Germany. 2014.
Funding provided by European Social Fund Saxony.