ἀνέδοσαν τὰς ἐπιστολάς, ὁ δ’ ἔτι μὲν ἀναγινώσκων διῴδει p. 584 M. καὶ μεστὸς ἦν ὀργῆς ἐφ’ ἑκάστῳ σημειούμενος· ὡς δὲ ἐπαύσατο, συνεκρότει τὰς χεῖρας "εὖ, Πετρώνιε“, φάσκων „οὐκ ἔμαθες ἀκούειν αὐτοκράτορος· αἱ ἐπάλληλοί σε ἀρχαὶ πεφυσήκασιν· ἄχρι τοῦ παρόντος οὐδὲ ἀκοῇ γνωρίζειν 1 μοι δοκεῖς Γάιον, οὐκ εἰς μακρὰν αὐτοῦ πεῖραν ἕξεις.
Legatio Ad Gaium. Philo Judaeus. ed. Leopold Cohn, ed. Siegfried Reiter. Germany. 2014.
Funding provided by European Social Fund Saxony.