ἐπηκολουθηκώς, ὁ μὲν τῶν ἐν τέλει, ὁ δὲ στρατιωτικός, ἱππέων, πεζῶν, τῶν ἐν ταῖς ναυσίν, ὁ δὲ οἰκετικὸς οὐκ ἀποδέων τοῦ στρατιωτικοῦ. δεῖ δὲ χορηγιῶν οὐ πρὸς τὰ ἀναγκαῖα συμμεμετρημένων αὐτὸ μόνον, ἀλλὰ καὶ πρὸς περιττὴν δαψίλειαν, ἣν ἐπιζητεῖ Γάιος. τούτοις ἐὰν ἐντύχῃ τοῖς γράμμασιν, ἴσως πρὸς τῷ μὴ δυσχερᾶναι καὶ τῆς προνοίας ἡμᾶς
ἀποδέξεται ὡς ποιησαμένους τὴν ὑπέρθεσιν, οὐ χάριτι τῇ τῶν Ἰουδαίων, ἀλλ’ ἕνεκα τῆς τῶν καρπῶν συγκομιδῆς.
Legatio Ad Gaium. Philo Judaeus. ed. Leopold Cohn, ed. Siegfried Reiter. Germany. 2014.
Funding provided by European Social Fund Saxony.