ὑπὸ τῶν κατὰ τὴν Ἑλλάδα λογίων παραδοθεῖσαν, οἳ τὴν τῆς Γοργόνος κεφαλὴν τοσαύτην ἔχειν δύναμιν ὡμολόγουν, ὥστε τοὺς προσιδόντας εὐθὺς λίθους καὶ πέτρους γίνεσθαι. τοῦτο μύθου μὲν πλάσμα ἔοικεν εἶναι, τὸ δ’ ἀληθὲς αἱ μεγάλαι καὶ ἀβούλητοι καὶ ἀνήκεστοι συντυχίαι ἐπιφέρουσιν. ὀργαὶ δεσπότου θάνατον ἀπεργάζονται ἢ παραπλήσιόν
τι θανάτῳ.
Legatio Ad Gaium. Philo Judaeus. ed. Leopold Cohn, ed. Siegfried Reiter. Germany. 2014.
Funding provided by European Social Fund Saxony.