ἑαυτοὺς εἰς ἀπώλειαν, ἵνα μὴ ζῶντες ἐπίδωμεν θανάτου χεῖρον κακόν. πυνθανόμεθα πεζὰς καὶ ἱππικὰς δυνάμεις εὐτρεπίσθαι 1 καθ’ ἡμῶν, εἰ πρὸς τὴν ἀνάθεσιν ἀντιβαίημεν. οὐδεὶς οὕτως μέμηνεν, ὡς δοῦλος ὢν ἐναντιοῦσθαι δεσπότῃ· παρέχομεν ἐν ἑτοίμῳ τὰς σφαγὰς ἄσμενοι, κτεινέτωσαν, ἱερευέτωσαν, κρεανομείτωσαν ἀμαχεὶ καὶ ἀναιμωτί, πάντα ὅσα κεκρατηκότων ἔργα δράτωσαν. τίς δὲ χρεία στρατιᾶς;
Legatio Ad Gaium. Philo Judaeus. ed. Leopold Cohn, ed. Siegfried Reiter. Germany. 2014.
Funding provided by European Social Fund Saxony.