καὶ οὐχ ἁπλῶς ἀλλ’ ὡς οἷόν τε ἦν περιεσκεμμένως εἰς ἀσφάλειαν. κελεύει γὰρ Πετρωνίῳ τῷ τῆς Συρίας ἁπάσης ὑπάρχῳ, πρὸς ὃν καὶ τὴν ἐπιστολὴν ἐγεγράφει, τῆς παρ’ Εὐφράτῃ στρατιᾶς, ἣ τὴν διάβασιν τῶν ἑῴων βασιλέων καὶ ἐθνῶν παρεφύλαττε, τὴν ἡμίσειαν ἄγειν ἐπὶ τῆς Ἰουδαίας τὸν ἀνδριάντα παραπέμψουσαν, οὐχ ἵνα σεμνοποιήσῃ τὴν
ἀνάθεσιν, ἀλλ’ ἵνα, εἰ διακωλύοι τις, εὐθὺς ἀπόληται.
Legatio Ad Gaium. Philo Judaeus. ed. Leopold Cohn, ed. Siegfried Reiter. Germany. 2014.
Funding provided by European Social Fund Saxony.