νύκτωρ, οὐ μεθ’ ἡμέραν ἀφιστάμενος, ἀλλὰ πανταχοῦ συμπαρών, ἵνα ταῖς ἐρημίαις καὶ ἀναπαύλαις αὐτοῦ καταχρῆται πρὸς τὰς κατὰ τοῦ ἔθνους αἰτίας, ἡδονὰς κινῶν τὰς διὰ σκωμμάτων ὁ πανουργότατος, ἵνα τιτρώσκωσιν αἱ διαβολαί· τὸν γὰρ ἐπ’ εὐθείας κατήγορον οὔτε ὡμολόγει οὔτε ὁμολογεῖν ἐδύνατο, πλαγιάζων δὲ καὶ τεχνιτεύων χαλεπώτερος καὶ βαρύτερος
ἦν ἐχθρὸς τῶν ἐπιγεγραμμένων ἄντικρυς τὴν δυσμένειαν.
Legatio Ad Gaium. Philo Judaeus. ed. Leopold Cohn, ed. Siegfried Reiter. Germany. 2014.
Funding provided by European Social Fund Saxony.