κλίματα γῆς, ὀλίγου δέω φάναι πᾶσα ἡ οἰκουμένη, καίτοι στένοντες ἐπὶ τοῖς γινομένοις, οὐδὲν ἧττον ἐκολάκευον αὐτὸν ἀποσεμνύνοντες πλέον τοῦ μετρίου καὶ τὸν τῦφον συναύξοντες. ἔνιοι δὲ καὶ τὸ βαρβαρικὸν ἔθος εἰς Ἰταλίαν ἤγαγον, τὴν προσκύνησιν, τὸ εὐγενὲς τῆς Ῥωμαϊκῆς ἐλευθερίας παραχαράττοντες.
Legatio Ad Gaium. Philo Judaeus. ed. Leopold Cohn, ed. Siegfried Reiter. Germany. 2014.
Funding provided by European Social Fund Saxony.