οὐκ εἰρηνικοὶ πᾶσιν ἐνομίσθημεν; τὰ δ’ ἐπιτηδεύματα, οἷς καθ’ ἑκάστην ἡμέραν χρώμεθα, οὐκ ἀνεπίληπτα, οὐ συντείνοντα πρὸς εὐνομίαν πόλεως καὶ εὐστάθειαν; εἴ γε μὴν εἶχον ὅπλα Ἰουδαῖοι παρ’ αὑτοῖς, ὑπὲρ τετρακοσίας ἀφῃρέθησαν ἂν οἰκίας, ἐξ ὧν μετανάσται ἐγένοντο, φυγαδευθέντες πρὸς τῶν τὰς οὐσίας ἁρπασάντων; διὰ τί οὖν οὐχὶ καὶ τὰ παρὰ τούτοις
ἠρεύνησέ τις, τοῖς εἰ καὶ μὴ ἴδια ὅπλα, ὅσα γοῦν ἥρπασαν, ἔχουσιν;
In Flaccum. Philo Judaeus. ed. Leopold Cohn, ed. Siegfried Reiter. Germany. 2014.
Funding provided by European Social Fund Saxony.