διελεγχθήσεσθαι τὸ συκοφάντημα ἐξ ἑαυτοῦ, δυσχεραίνοντες δέ, ὅτι πρῶτον μὲν αἱ τηλικαῦται διαβολαὶ κατ’ αὐτῶν προπιστεύονται συντιθέμεναι πρὸς ἐχθρῶν, ἔπειτα δ’, ὅτι γύναια κατάκλειστα μηδὲ τὴν αὔλειον προερχόμενα καὶ θαλαμευόμεναι παρθένοι, δι’ αἰδῶ τὰς ἀνδρῶν ὄψεις καὶ τῶν οἰκειοτάτων ἐκτρεπόμεναι, τότε οὐ μόνον ἀσυνήθεσιν ἀλλὰ
καὶ στρατιωτικὸν δέος ἐπανατεινομένοις ἐμφανεῖς ἐγένοντο.
In Flaccum. Philo Judaeus. ed. Leopold Cohn, ed. Siegfried Reiter. Germany. 2014.
Funding provided by European Social Fund Saxony.