ἀφορμὴν εἰς ὕβριν τῶν βελτιόνων, καὶ τοὺς ἐνσκευάσαντας τιμωρησάμενος, ὅτι γε βασιλέα καὶ φίλον Καίσαρος καὶ ὑπὸ τῆς Ῥωμαίων βουλῆς τετιμημένον στρατηγικαῖς τιμαῖς ἐτόλμησαν καὶ ἔργοις καὶ λόγοις καὶ φανερῶς καὶ πλαγίως ὑβρίζειν, οὐ μόνον οὐκ ἐπέπληξεν, ἀλλ’ οὐδ’ ἐπισχεῖν ἠξίωσεν ἄδειαν καὶ ἐκεχειρίαν διδοὺς τοῖς ἐθελοκακοῦσι καὶ ἐθελέχθρως
ἔχουσι, προσποιούμενος ἅ τε ἑώρα μὴ ὁρᾶν καὶ ὧν ἤκουε μὴ ἀκούειν.
In Flaccum. Philo Judaeus. ed. Leopold Cohn, ed. Siegfried Reiter. Germany. 2014.
Funding provided by European Social Fund Saxony.