τούτοις ὀφείλων ἀπώσασθαι καὶ δυσχερᾶναι τοὺς λέγοντας ὡς νεωτεροποιοὺς καὶ κοινοὺς πολεμίους συνεπιγράφεται τοῖς λεχθεῖσι. καὶ τὸ μὲν πρῶτον ἀδηλοτέρας ἐποιεῖτο τὰς ἐπιβουλὰς μήτ’ ἴσον παρέχων καὶ κοινὸν ἀκροατὴν ἑαυτὸν τοῖς τὰς ἀμφισβητήσεις ἔχουσιν, ἀλλὰ πρὸς θάτερον ἀποκλίνων μέρος, μήτ’ ἐν τοῖς ἄλλοις ἰσηγορίαν διδούς, ἀλλὰ καὶ ὁπότε
προσίοι τις τῶν Ἰουδαίων, ἀποστρεφόμενος καὶ τὸ δυσέντευκτον ἐπιτηδεύων ἐπὶ μόνων τούτων· αὖθις δὲ καὶ ἐκ τοῦ φανεροῦ τὴν δυσμένειαν ἐπεδείξατο.
In Flaccum. Philo Judaeus. ed. Leopold Cohn, ed. Siegfried Reiter. Germany. 2014.
Funding provided by European Social Fund Saxony.