τὰ ξίφη κωλυομένων, ἐγκαρσίους δὲ πληγὰς καταφερόντων, αἴτιος ἐγένετο βαρυτέρων ἑαυτῷ συμφορῶν· διατμηθεὶς δὲ καὶ διακοπεὶς χεῖρας, βάσεις, 1 2 κεφαλήν, στέρνα, πλευράς, ὡς ἱερείου τρόπον κρεουργηθῆναι, ἔκειτο, τῆς δίκης σφαγὰς ἰσαρίθμους τοῖς φόνοις τῶν ἐκνόμως ἀναιρεθέντων Ἰουδαίων ἑνὶ σώματι βουληθείσης ἐργάσασθαι.
In Flaccum. Philo Judaeus. ed. Leopold Cohn, ed. Siegfried Reiter. Germany. 2014.
Funding provided by European Social Fund Saxony.