ἐκαραδόκει τῆς εἱμαρμένης τὸ πέρας· καὶ τοῦ μὲν αἱ συνεχεῖς ὀδύναι τὴν ψυχὴν ἀνεκύκων καὶ ἀνέστρεφον. Γάιος δὲ τὴν φύσιν ὠμόθυμος ὢν καὶ ἀκόρεστος ἐν ταῖς τιμωρίαις οὐχ ὥσπερ ἔνιοι μεθίετο τοὺς ἅπαξ κολασθέντας, ἀλλ’ ἀτελεύτητα μηνιῶν ἀεί τινα καινὴν ἐπ’ αὐτοῖς ἐμεγαλούργει συμφοράν· τὸν δὲ Φλάκκον καὶ διαφερόντως ἤχθαιρεν, ὡς καὶ
τοὺς ὁμωνύμους ἀλλοτριώσει τῆς κλήσεως ὑποβλέπεσθαι.
In Flaccum. Philo Judaeus. ed. Leopold Cohn, ed. Siegfried Reiter. Germany. 2014.
Funding provided by European Social Fund Saxony.