ἔδοξεν, εἰς τὴν οὐσίαν ἐπηρεασθῆναι ἔφασκεν — ἠναγκάσθη γὰρ 1 γυμνασιαρχεῖν —, ἤτοι τῷ γλίσχρος καὶ ἀνελεύθερος εἶναι περὶ τὰς δαπάνας, προφασιζόμενος τὸ μὴ κεκτῆσθαι πρὸς τοσαύτην ἀφθονίαν ἀναλωμάτων ἱκανὴν οὐσίαν, ἢ τῷ ὄντι μὴ κεκτημένος, ἀλλὰ πρὶν μὲν εἰς ἀπόπειραν ἐλθεῖν ἐπιφάσκων τὸν πάνυ πλούσιον, ἐν δὲ τῇ δοκιμασίᾳ μὴ φανεὶς ἄγαν πολυχρήματος ἄνθρωπος, ὅσα ἐκτήσατο σχεδὸν ἅπαντα ἐξ ἀδικημάτων
περιποιησάμενος·
In Flaccum. Philo Judaeus. ed. Leopold Cohn, ed. Siegfried Reiter. Germany. 2014.
Funding provided by European Social Fund Saxony.