προνοίᾳ συμβῆναι. ἐπειδὴ γὰρ ἀναχθεὶς ἀρχομένου χειμῶνος — ἔδει γὰρ αὐτὸν καὶ τῶν ἐν θαλάττῃ φοβερῶν ἀπολαῦσαι τὰ στοιχεῖα τοῦ παντὸς ἀσεβημάτων ἀναπλήσαντα — μυρία πονηθεὶς μόλις ἦλθεν εἰς Ἰταλίαν, εὐθὺς ἐκδέχονται τὰς ἐπ’ αὐτῷ κατηγορίας δύο τῶν ἐχθίστων, Ἰσίδωρός τε καὶ Λάμπων,
In Flaccum. Philo Judaeus. ed. Leopold Cohn, ed. Siegfried Reiter. Germany. 2014.
Funding provided by European Social Fund Saxony.