μὴ γὰρ αὖ νομίσῃς τὸν στάχυν ἐκ μόνου τοῦ καταβληθέντος ὑπὸ 1 2 3 γεωργῶν εἰς τὰς ἀρούρας βλαστάνειν πυροῦ, τὸ δὲ πλεῖστον εἰς αὔξησιν αὐτοῦ συνεργεῖν ὑγράν τε καὶ ξηρὰν διττὴν ἐκ γῆς τροφήν· καὶ τὰ ἐν μήτραις μέντοι διαπλαττόμενα πέφυκεν οὐκ ἐκ μόνου ζῳογονεῖσθαι σπέρματος ἀλλὰ καὶ τῆς ἔξωθεν ἀρδομένης τροφῆς, ἣν ἡ κύουσα προσφέρεται.
De Aeternitate Mundi. Philo Judaeus. ed. Siegfried Reiter, ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.