μύθου πλάσμα τοῦτ’ ἐστί, συνιδεῖν ἐκ πολλῶν ῥᾴδιον. αὐτίκα τῷ πρώτῳ 1 2 3 γενομένῳ ἔδει καθ’ ὡρισμένα μέτρα καὶ ἀριθμοὺς χρόνων αὐξήσεως· βαθμοὺς γάρ τινας ἡ φύσις τὰς ἡλικίας ἐγέννησε, δι’ ὧν τρόπον τινὰ ἀναβαίνει καὶ κάτεισιν ἄνθρωπος, ἀναβαίνει μὲν αὐξόμενος, κατέρχεται δ’ ἐν ταῖς μειώσεσιν· ὅρος δ’ ὁ τῶν ἀνωτάτω βαθμῶν ἀκμή, πρὸς ὃν φθάσας
τις οὐκέτι πρόεισιν, ἀλλ’, ὥσπερ οἱ διαυλοδρομοῦντες ἀνακάμπτουσι τὴν αὐτὴν ὁδόν, ὅσα παρ’ ἰσχυούσης νεότητος ἔλαβεν, ἀποδίδωσιν ἀσθενεῖ γήρᾳ.
De Aeternitate Mundi. Philo Judaeus. ed. Siegfried Reiter, ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.