τοῦ κόσμου νομίζουσι καὶ ὁμολογοῦσι τοὺς ἀστέρας θεοὺς εἶναι, οὓς τῷ λόγῳ διαφθείρειν οὐκ ἐρυθριῶσιν. ἔδει γὰρ ἢ μύδρους διαπύρους ἀποφήνασθαι, καθάπερ ἔνιοι τῶν οἷα περὶ δεσμωτηρίου φλυαρούντων τοῦ σύμπαντος οὐρανοῦ, ἢ θείας ἢ δαιμονίας φύσεις νομίζοντας τὴν ἁρμόττουσαν θεοῖς ἀφθαρσίαν προσομολογῆσαι. νυνὶ δὲ τοσοῦτον δόξης ἀληθοῦς
διήμαρτον, ὥστε λελήθασιν αὑτοὺς καὶ τῇ προνοίᾳ — ψυχὴ δ’ ἐστὶ τοῦ κόσμου — φθορὰν ἐπιφέροντες ἐξ ὧν ἀνακόλουθα φιλοσοφοῦσι.
De Aeternitate Mundi. Philo Judaeus. ed. Siegfried Reiter, ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.