οὐρανός, εἰς ὃν ἀπιδὼν Ἀναξαγόρας πρὸς τὸν πυθόμενον, ἧς ἕνεκα αἰτίας ταλαιπωρεῖται διανυκτερεύων ὕπαιθρος, ἀπεκρίνατο ’τοῦ τὸν κόσμον θεάσασθαι,’ τὰς χορείας καὶ περιφορὰς τῶν ἀστέρων αἰνιττόμενος, κατὰ δὲ τρίτον, ὡς δοκεῖ τοῖς Στωικοῖς, διῆκον ἄχρι τῆς ἐκπυρώσεως, οὐσία τις ἢ διακεκοσμημένη ἢ ἀδιακόσμητος, οὗ τῆς κινήσεώς φασιν εἶναι τὸν 1 2 χρόνον διάστημα. νῦν δ’ ἐστὶν ἡ σκέψις περὶ κόσμου τοῦ κατὰ τὸ πρῶτον σημαινόμενον, ὃς ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν αὐτοῖς ζῴων συνέστηκε.
De Aeternitate Mundi. Philo Judaeus. ed. Siegfried Reiter, ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.