ἢ ὑπερπηδώντων ἀναβάσει τῇ πρὸς μήκιστον ὕψος· ὅθεν ὑπερβλύσαντας εἰς τὴν παρακειμένην ἀναχεῖσθαι πεδιάδα, τὴν δὲ τὸ μὲν πρῶτον εἰς μεγάλας λίμνας διανέμεσθαι, πρὸς τὰ κοιλότερα ἀεὶ τοῦ ὕδατος συνίζοντος, αὖθις δ’ ἐπιρρέοντος καὶ τοὺς μεθορίους ἰσθμοὺς p. 516 M. κατακλύζοντος, οἷς διεκρίνοντο αἱ λίμναι, εἰς μέγεθος ἀχανοῦς πελάγους κατὰ
τὴν πολλῶν ἕνωσιν ἀποκρίνεσθαι.
De Aeternitate Mundi. Philo Judaeus. ed. Siegfried Reiter, ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.