εἰ μὴ τὰ ὄρη ταῖς τῶν ὑετῶν φοραῖς ἐξανήλωται, τῆς συνεχούσης αὐτὰ δυνάμεως, ὑφ’ ἧς καὶ διανίσταται, μάλα παγίως καὶ κραταιῶς ἐνειλημμένης; λυθέντος γὰρ δεσμοῦ τοῦ συνέχοντος, εἰκὸς ἦν διαλυθῆναι καὶ πρὸς ὕδατος σκεδασθῆναι, δυνάμει δὲ σφιγγόμενα τῇ τοῦ πυρὸς
στεγανώτερον πρὸς τὰς τῶν ὑετῶν φορὰς ἀντέχει. 26 p. 514 M. ταῦτα μὲν οὖν 1 ἡμῖν λελέχθω περὶ τοῦ τὴν ἀνωμαλίαν τῆς γῆς πίστιν οὐκ εἶναι γενέσεως καὶ φθορᾶς κόσμου.
De Aeternitate Mundi. Philo Judaeus. ed. Siegfried Reiter, ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.