τὸ δ’ ἰσοκρατὲς ἀκλινοῦς βεβαιότητος καὶ ἀσαλεύτου μονῆς αἴτιον. ἅτε μήτε πλεονεκτοῦν μήτε πλεονεκτούμενον· ὥσθ’ ἡ ἀντίδοσις καὶ ἡ ἀντέκτισις τῶν δυνάμεων ἀναλογίας ἐξισουμένη κανόσιν ὑγιείας καὶ ἀτελευτήτου σωτηρίας δημιουργός. ἐξ ὧν ἀίδιος ὁ κόσμος ἀποδείκνυται.
De Aeternitate Mundi. Philo Judaeus. ed. Siegfried Reiter, ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.