τί φῶμεν; προστίθεσθαί τι τῷ κόσμῳ πρὸς ἀναίρεσιν; ἀλλ’ οὐδέν ἐστιν ἐκτός, ὃ μὴ μέρος γέγονεν αὐτοῦ τοῦ ὅλου· περιέχεται γὰρ καὶ κατακρατεῖται. ἀλλ’ ἀφαιρεῖσθαι; πρῶτον μὲν τὸ ἀφαιρεθὲν πάλιν κόσμος ἔσται, τοῦ νῦν βραχύτερος· ἔπειτα δ’ ἀμήχανον ἔξω τι σῶμα τοῦ ὅλου διαρτηθὲν τῆς συμφυίας σκεδασθῆναι.
De Aeternitate Mundi. Philo Judaeus. ed. Siegfried Reiter, ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.