γρύξαι τινὰ τολμᾶν ἢ ἀναπνεῦσαι βιαιότερον —, ζητεῖ τι τῶν ἐν τοῖς ἱεροῖς γράμμασιν ἢ καὶ ὑπ’ ἄλλου προταθὲν ἐπιλύεται, φροντίζων μὲν οὐδὲν ἐπιδείξεως — οὐ γὰρ τῆς ἐπὶ δεινότητι λόγων εὐκλείας ὀρέγεται —, θεάσασθαι δέ τινα ποθῶν ἀκριβέστερον καὶ θεασάμενος μὴ φθονῆσαι τοῖς εἰ καὶ μὴ ὁμοίως ὀξυδορκοῦσι, τὸν γοῦν τοῦ μαθεῖν ἵμερον παραπλήσιον
ἔχουσι.
De Vita Contemplativa. Philo Judaeus. ed. Leopold Cohn, ed. Siegfried Reiter. Germany. 2014.
Funding provided by European Social Fund Saxony.