ἅλες, οὓς οἱ ἁβροδίαιτοι παραρτύουσιν ὑσσώπῳ, ποτὸν δὲ ὕδωρ ναματιαῖον αὐτοῖς ἐστιν· ἃς γὰρ ἡ φύσις ἐπέστησε τῷ θνητῷ γένει δεσποίνας, πεῖνάν 1 2 τε καὶ δίψαν, ἀπομειλίσσονται, τῶν εἰς κολακείαν ἐπιφέροντες οὐδέν, ἀλλ’ αὐτὰ τὰ χρήσιμα, ὧν ἄνευ ζῆν οὐκ ἔστι. διὰ τοῦτο ἐσθίουσι μέν, ὥστε μὴ πεινῆν, πίνουσι δέ, ὥστε μὴ διψῆν, πλησμονὴν ὡς ἐχθρόν τε καὶ ἐπίβουλον ψυχῆς τε καὶ σώματος ἐκτρεπόμενοι.
De Vita Contemplativa. Philo Judaeus. ed. Leopold Cohn, ed. Siegfried Reiter. Germany. 2014.
Funding provided by European Social Fund Saxony.