ἐστὶ ταμεῖον ἓν πάντων καὶ δαπάναι κοιναί, καὶ κοιναὶ μὲν ἐσθῆτες, κοιναὶ δὲ τροφαὶ συσσίτια πεποιημένων· τὸ γὰρ ὁμωρόφιον ἢ ὁμοδίαιτον 1 2 ἢ ὁμοτράπεζον οὐκ ἄν τις εὕροι παρ’ ἑτέροις μᾶλλον ἔργῳ βεβαιούμενον· p. 459 M. καὶ μήποτ’ εἰκότως· ὅσα γὰρ ἂν μεθ’ ἡμέραν ἐργασάμενοι λάβωσιν ἐπὶ μισθῷ, ταῦτ’ οὐκ ἴδια φυλάττουσιν, ἀλλ’ εἰς μέσον προτιθέντες κοινὴν τοῖς ἐθέλουσι χρῆσθαι τὴν ἀπ’ αὐτῶν παρασκευάζουσιν ὠφέλειαν.
Quod Omnis Probus Liber Sit. Philo Judaeus. ed. Leopold Cohn, ed. Siegfried Reiter. Germany. 2014.
Funding provided by European Social Fund Saxony.