μέν, ὅτι τὰ λίαν καλὰ σπάνια, εἶτ’ ἐπειδὴ τὸν τῶν εἰκαιοτέρων ἐκτρεπόμενοι πολὺν ὅμιλον θεωρίᾳ τῶν τῆς φύσεως σχολάζουσιν, εὐχόμενοι μέν, εἴ πως ἐνῆν, ἐπανορθώσασθαι τὸν βίον—κοινωφελὲς γὰρ ἡ ἀρετή —, τὸ δὲ ἀδυνατοῦντες, πλημμυρούντων κατὰ πόλεις ἀλλοκότων πραγμάτων, ἃ ψυχῆς πάθη καὶ κακίαι συνηύξησαν, ἀποδιδράσκουσιν, ὡς μὴ τῇ
ῥύμῃ τῆς φορᾶς καθάπερ ἀπὸ χειμάρρου βίας κατασυρεῖεν.
Quod Omnis Probus Liber Sit. Philo Judaeus. ed. Leopold Cohn, ed. Siegfried Reiter. Germany. 2014.
Funding provided by European Social Fund Saxony.