ἔτι τοίνυν, ὥσπερ τῶν πόλεων αἱ μὲν ὀλιγαρχούμεναι καὶ τυραννούμεναι δουλείαν ὑπομένουσι χαλεποὺς καὶ βαρεῖς ἔχουσαι δεσπότας τοὺς ὑπαγομένους καὶ κρατοῦντας, αἱ δὲ νόμοις ἐπιμεληταῖς χρώμεναι καὶ προστάταις εἰσὶν ἐλεύθεραι, οὕτως καὶ τῶν ἀνθρώπων, παρ’ οἷς μὲν ὀργὴ ἢ ἐπιθυμία ἤ τι ἄλλο πάθος ἢ καὶ ἐπίβουλος κακία δυναστεύει, πάντως
εἰσὶ δοῦλοι, ὅσοι δὲ μετὰ νόμου ζῶσιν, ἐλεύθεροι.
Quod Omnis Probus Liber Sit. Philo Judaeus. ed. Leopold Cohn, ed. Siegfried Reiter. Germany. 2014.
Funding provided by European Social Fund Saxony.