καὶ ἐκ πολλοῦ τοῦ περιόντος εὐτόνως ἅμα καὶ καταφρονητικῶς διαφέρονται περὶ τῶν δικαίων· οὓς μὲν γὰρ ὁ τοῦ συνειδότος ἔλεγχος, κἂν ὦσιν εὐπατρίδαι, πέφυκε δουλοῦσθαι, οἳ δὲ τὴν τοῦ σώματος ἄδειαν ἐκ τῆς περὶ τὸν τόπον ἀσυλίας πεπορισμένοι ψυχῆς, ἣν ὁ θεὸς ἐκ πάντων ἀχείρωτον ἐδημιούργησεν, ἐλεύθερα καὶ εὐγενῆ σφόδρα ἀναφαίνουσιν ἤθη·
Quod Omnis Probus Liber Sit. Philo Judaeus. ed. Leopold Cohn, ed. Siegfried Reiter. Germany. 2014.
Funding provided by European Social Fund Saxony.