„πᾶσα γῆ μοι πατρίς“, πρὸς δὲ τὸν χρημάτων ζημίαν· „ἀρκεῖ μετρία βιοτά μοι“, πρὸς δὲ τὸν πληγὰς ἢ θάνατον ἐπανατεινόμενον· „οὐ μορμολύττεταί με ταῦτα, οὐδ’ εἰμὶ πυκτῶν ἢ παγκρατιαστῶν ἐλάττων, οἵτινες ἀμαυρὰ εἴδωλα ἀρετῆς ὁρῶντες, ἅτε σωμάτων αὐτὸ μόνον εὐεξίαν διαπονήσαντες, ἑκάτερα τλητικῶς ὑπομένουσιν·
Quod Omnis Probus Liber Sit. Philo Judaeus. ed. Leopold Cohn, ed. Siegfried Reiter. Germany. 2014.
Funding provided by European Social Fund Saxony.