ἐν ἀλγηδόσι καὶ ἀνίαις καὶ συμφοραῖς ἀδιαστάτοις καί, ὃ δὴ πάντων ἀργαλεώτατον, αἰσθάνηται τῶν ἰδίων κακῶν καὶ ἐπὶ τοῖς ἐν χερσὶν ἄχθηται καὶ τὴν φορὰν τῶν μελλόντων προορώμενος μὴ δύνηται φυλάξασθαι, τῆς ἐλπίδος ἐκτετμημένης αὐτῷ, ἣν ὁ θεὸς ἀνθρώπων γένει κατέσπειρεν, ἵν’ ἔχοντες συμφυὲς παραμύθιον ἐπελαφρίζωνται τὰς ἀνίας
οἱ μὴ ἀνίατα δράσαντες.
De Praemiis Et Poenis Et De Exsecrationibus. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.