ἀπαγορεύειν· νόμος δὲ οὐδέν ἐστιν ἕτερον ἢ λόγος προστάττων ἃ χρὴ καὶ ἀπαγορεύων ἃ μὴ χρή. ἐπεὶ δ’ ἄδηλον τὸ ἐν ἑκατέρῳ συμφέρον — ἀγνοίᾳ γὰρ πολλάκις κελεύομεν ἃ μὴ δεῖ καὶ ἀπαγορεύομεν ἃ δεῖ πράττειν —, οἰκεῖον ἦν τρίτον λαβεῖν, προφητείαν, εἰς τὸ ἄπταιστον· ἑρμηνεὺς γάρ ἐστιν ὁ προφήτης ἔνδοθεν ὑπηχοῦντος τὰ λεκτέα τοῦ θεοῦ,
παρὰ θεῷ δ’ οὐδὲν ὑπαίτιον.
De Praemiis Et Poenis Et De Exsecrationibus. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.