πολλοῖς νομιζομένους — ἀνίεροι γὰρ οὗτοί γε βίαις καὶ ὕβρεσι καὶ ἀδικίαις ἀντὶ τῶν ἀνωτάτω τιμωριῶν γέρα καὶ τιμὰς προτείνοντες —, ἀλλ’ οὓς ἡ ψυχὴ πέφυκε διαθλεῖν, φρονήσει μὲν ἠλιθιότητα καὶ πανουργίαν ἐλαύνουσα, σωφροσύνῃ δὲ ἀσωτίαν καὶ φειδωλίαν, ἀνδρείᾳ δὲ θρασύτητα καὶ δειλίαν, καὶ ταῖς ἄλλαις ἀρεταῖς τὰς ἀντιθέτους κακίας,
αἳ μήθ’ ἑαυταῖς μήτε ἄλλαις συμφέρουσιν.
De Praemiis Et Poenis Et De Exsecrationibus. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.