τὸ ἀρχέτυπον. ὅ τε ἡγεμὼν αἰσθήσεως λογισμὸς τὰς κρίσεις οἰόμενος ἀνῆφθαι τῶν νοητῶν καὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχόντων ἁλίσκεται περὶ πολλὰ κηραίνων· ὅταν γὰρ μυρίοις οὖσι τοῖς κατὰ μέρος ποιῆται τὰς προσβολάς, ἀδυνατεῖ καὶ ἐξασθενεῖ καὶ ἀπαγορεύει καθάπερ ἀθλητὴς ὑπὸ ῥώμης δυνατωτέρας ἐκτραχηλιζόμενος.
De Praemiis Et Poenis Et De Exsecrationibus. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.