ἄψυχος ἐν ταμείοις καὶ μυχοῖς γῆς κατορωρυγμένος, ἀρετῆς δ’ ἐν ψυχῆς τῷ ἡγεμονικῷ· μεταποιεῖται δὲ αὐτοῦ καὶ τὸ καθαρώτατον τῆς οὐσίας, οὐρανός, καὶ ὁ γεννητὴς τῶν συμπάντων θεός. ἔτι τοίνυν τὴν ὀβολοστατῶν καὶ τοκογλύφων εὔπορον ἀπορίαν ἐν λόγῳ θετέον τῶν πολυχρύσων δοκούντων εἶναι βασιλέων οὐδ’ ὄναρ ἑωρακότων τὸν βλέποντα πλοῦτον;
De Virtutibus. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.