λέλεκται. τὸν δὲ σεμνότερον, ὃς οὐ πᾶσιν ἀλλὰ τοῖς ἀληθῶς σεμνοῖς καὶ θεσπεσίοις ἀνδράσι πρόσεστι, μηνυτέον. τοῦτον τὸν πλοῦτον p. 377 M. σοφία χορηγεῖ διὰ λογικῶν καὶ ἠθικῶν καὶ φυσικῶν δογμάτων καὶ θεωρημάτων, ἐξ ὧν φύεσθαι τὰς ἀρετὰς συμβέβηκεν, αἳ τῆς ψυχῆς ὑποτέμνονται τὴν πολυτέλειαν εὐκολίας καὶ ὀλιγοδεΐας ἔρωτας ἐντίκτουσαι κατὰ τὴν πρὸς
θεὸν ἐξομοίωσιν.
De Virtutibus. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.