οὗ τὴν φιλίαν προὐξένησεν οὐδὲν τῶν παρὰ τοῖς ἄλλοις εἰωθότων, ἀλλ’ ἔρως ὁ οὐράνιος καὶ ἀκήρατος καὶ θεῖος ὄντως, ἐξ οὗ πᾶσαν ἀρετὴν φύεσθαι συμβέβηκεν· οὗτος ὁμωρόφιος καὶ ὁμοδίαιτος ἦν αὐτῷ, πλὴν ὁπότε ἐπιθειάσαντι καὶ χρησμῳδουμένῳ προσταχθείη μόνωσις· ὑπηρέτει μέντοι καὶ τὰς ἄλλας ὑπηρεσίας ἀεὶ διαφερόντως τῷ πλήθει, μόνον οὐχ
De Virtutibus. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.