πάσας μὲν μηχανὰς τεχνάζοντες, πάσας δὲ πείρας καθιέντες, ἵνα ἀπὸ τῆς τοῦ ἑνὸς καὶ ὄντως ὄντος τιμῆς αὐτοὺς ἀποστήσωσι καὶ μεθαρμόσωνται πρὸς ἀσέβειαν ἐξ ὁσιότητος — οὕτως γὰρ περιέσεσθαι ῥᾳδίως 1 2 ὑπελάμβανον —, ἐπειδὴ μυρία καὶ λέγοντες καὶ δρῶντες ἀπειρήκεσαν, ὥσπερ οἱ θανατῶντες ἐφ’ ὧν ἀπογνῶσι σωτηρίας, καί τι τοιοῦτον ἐπινοοῦσι στρατήγημα.
De Virtutibus. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.