πρῶτος, ἐπειδὴ καὶ πρῶτος ἀκλινῆ καὶ βεβαίαν ἔσχεν ὑπόληψιν, ὡς ἔστιν ἓν αἴτιον τὸ ἀνωτάτω καὶ προνοεῖ τοῦ τε κόσμου καὶ τῶν ἐν αὐτῷ. κτησάμενος δὲ πίστιν, τὴν τῶν ἀρετῶν βεβαιοτάτην, συνεκτᾶτο καὶ τὰς ἄλλας ἁπάσας, ὡς παρὰ τοῖς ὑποδεξαμένοις νομίζεσθαι βασιλεύς, οὐχὶ ταῖς παρασκευαῖς — ἰδιώτης γὰρ ἦν —, ἀλλὰ τῷ περὶ τὴν ψυχὴν
μεγέθει, φρονήματος ὢν βασιλικοῦ.
De Virtutibus. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.