μὴ καθ’ ἑκούσιον γνώμην, τιθέμενος καὶ τοῖς μὴ εἰδόσιν ἀπογυμνῶν ἃ κρύπτειν θέμις ἐπὶ τῇ τοῦ γεννήσαντος αἰσχύνῃ. τοιγαροῦν οὐκ ὤνατο τῆς λαμπρᾶς εὐγενείας ἐπάρατος γενόμενος καὶ τοῖς μετ’ αὐτὸν ἀρχὴ κακοδαιμονίας· ὧν ἄξιον ἦν τυγχάνειν τὸν ἠμεληκότα γονέων τιμῆς.
1 2
De Virtutibus. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.