καὶ τέλειος ὁ βίος, ὅταν δὲ στασιάζῃ ταῦτα ἐν ἀλλήλοις, ἀτελής τε καὶ ψεκτός. εἰ μή τις τῆς ἁρμονίας ταύτης ἐπιλάθοιτο, εὐαρεστήσει θεῷ 1 2 γενόμενος ὁμοῦ θεοφιλὴς καὶ φιλόθεος. ὅθεν εὖ καὶ p. 407 M. συμφώνως τοῖς εἰρημένοις ἐχρήσθη τὸ λόγιον ἐκεῖνο· „τὸν θεὸν εἵλου σήμερον εἶναί σοι θεόν, καὶ κύριος εἵλατό σε σήμερον γενέσθαι λαὸν αὐτῷ“ (Deut. 26,17.18).
De Virtutibus. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.