σχέσεις καὶ κινήσεις ἁπάσας· ἀκροβατεῖ γὰρ καὶ τὸν αὐχένα μετέωρον ἐξαίρει φρυαττόμενος καὶ πλέον τῆς φύσεως ἐπῆρται καὶ πεφύσηται καὶ ὁρῶν παραβλέπει πλαγίαις ὄψεσι καὶ ἀκούων παρακούει, κέχρηται δὲ τοῖς μὲν οἰκέταις ὡς θρέμμασι, τοῖς δὲ ἐλευθέροις ὡς οἰκέταις, καὶ τοῖς μὲν συγγενέσιν ὡς ἀλλοτρίοις, τοῖς δὲ φίλοις ὡς κόλαξι, τοῖς δ’
ἀστοῖς ὡς ξένοις·
De Virtutibus. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.