ὀρέξεις προβάλλοιτο καινὰς καὶ παρηλλαγμένας; ἐκτόπους μὲν γὰρ ἡδονὰς οἱ τοιοῦτοι μεταδιώκουσι. τίς δὲ ἡδονὴ κρεωφαγοῦσι, γεύσασθαι σαρκῶν ἐν ταὐτῷ μητέρων καὶ ἐγγόνων; ὧν εἰ τὰ μέλη τις ἀναμῖξαι θελήσειεν ἀναπείρων ὀβελοῖς, ἵν’ ὀπτῶν ἐμφορήσαιτο, οὐκ ἄν μοι δοκεῖ διατελεῖν ἥσυχα, ῥήξειν δὲ φωνὴν σχετλιάσαντα δι’
ὑπερβολὴν τοῦ καινουργηθέντος πάθους καὶ μυρία λοιδορήσεσθαι τῆς λαιμαργίας τοῖς εὐτρεπίζουσιν ἄσιτον εὐωχίαν.
De Virtutibus. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.