τῶν γεννωμένων διαζεύξεως; ἀνάγκη γὰρ σφαδᾴζειν ἀποσπωμένων, διά τινα φυσικὴν μητέρων πρὸς ἔγγονα φιλοστοργίαν, καὶ μάλιστα ὑπὸ τὸν τῆς κυήσεως καιρόν, ἐπειδὴ πηγάζοντες οἱ μαστοὶ σπάνει τοῦ θηλάζοντος, ἀνακοπὴν τῆς ἐπιρροίας λαμβανούσης, σκιρροῦνταί τε καὶ κατατεινόμενοι τῷ βάρει παγέντος εἴσω τοῦ γάλακτος ἀλγηδόσι πιέζονται.
De Virtutibus. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.