ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Περὶ κλοπῆς.
ὑποστέλλει νόμιμα μετὰ πάσης ἀκριβείας, ὥς γε ἐμαυτὸν πείθω, λέλεκται πρότερον. τὸ δ’ ἑπόμενον τῇ τάξει συνεπισκεπτέον, ὅ τι τρίτον μέν ἐστι τῶν ἐπὶ τῇ δευτέρᾳ στήλῃ, τῶν δ’ ἐν ἀμφοτέραις ὄγδοον, περὶ τοῦ μὴ κλέπτειν.
παρανομίᾳ συνυφαίνων ἀναίσχυντον θράσος, ἐὰν δὲ κρύφα, λανθάνειν 1 ἐπιχειρῶν φωρὸς τρόπον, δῐ αἰδῶ προκάλυμμα ποιούμενος τῶν ἁμαρτημάτων τὸ σκότος, ἰδίᾳ κολαζέσθω μόνον ὢν ὑπόδικος ὧν ἐπεχείρησε βλάπτειν καὶ κατατιθέτω διπλοῦν τὸ φώριον, ἄδικον ὠφέλειαν ἐξιώμενος βλάβῃ δικαιοτάτῃ.
παρανομωτάτου δοῦλον εἶναι —, ἵνα μηδ’ ὁ πεπονθὼς κακῶς ἀπαρηγόρητος ἀφεθεὶς διὰ τὴν τοῦ κεκλοφότος ἀχρηματίαν ὀλιγωρεῖσθαι δοκῇ.
ἐκτίνων τὸ φώριον ἢ καὶ πιπρασκόμενος, ἀδικῶν οὐκ ὀλίγα· πρῶτον μὲν ὅτι τοῖς οὖσιν οὐκ ἀρκούμενος περιττοτέρων ὀρέγεται, πλεονεξίαν, ἐπίβουλον καὶ δυσίατον πάθος, ἐπιτειχίζων· δεύτερον δ’ ὅτι τοῖς ἀλλοτρίοις προσοφθαλμιῶν καὶ ἐπικεχηνὼς τὰς ἐπὶ νοσφισμῷ πάγας τίθεται, τοὺς κυρίους ὧν ἔχουσιν ἀφαιρούμενος· τρίτον δ’ ὅτι καὶ λανθάνειν ἐπιτηδεύων
τὰς μὲν ἐκ τοῦ πράγματος ὠφελείας μόνος ἔστιν ὅτε καρποῦται, τὰ δ’ ἐγκλήματα τρέπει πρὸς τοὺς ἀναιτίους, τυφλὴν ἀπεργαζόμενος τὴν ἔρευναν τῆς ἀληθείας.
ὑπειληφέναι—τὰ γὰρ αἰσχρὰ αἰσχύνην ἐπιφέρει—, τὸ δὲ τοῦ κολάσεως ἄξιον νομίζεσθαι, δέος γὰρ ἐμποιοῦσιν αἱ κολάσεις.
3 4 ἀνίσχειν, ἐν αὐτῷ τῷ διορύγματι πρὸς τοῦ δεσπότου τῆς οἰκίας ἀναιρείσθω, τὸ μὲν προηγούμενον p. 337 Μ. ἔργον ἔλαττον ἐξεργαζόμενος, κλοπήν, τὸ δ’ ἑπόμενον μεῖζον, ἀνδροφονίαν, διανοούμενος, εἰ διακωλύοι τις, ὀρυκτῆρσιν οἷς ἐπιφέρεται σιδηροῖς καὶ ἑτέροις ὅπλοις ἀμύνεσθαι παρεσκευασμένος·
εἰ δ’ ἥλιος ἀνάσχοι, μηκέθ’ ὁμοίως αὐτοχειρίᾳ κτεινέσθω, πρὸς δὲ τοὺς ἄρχοντας καὶ δικαστὰς ἀγέσθω δώσων δίκας, ἃς ἂν ἐπικελεύωσιν οὗτοι.
ὑπὸ τοῦ καιροῦ κατασταθεὶς ἄρχων καὶ δικαστής.
ἐπ’ αὐθαδείᾳ καὶ προπετείᾳ φεύγων αἰτίας δημοκρατικώτερον αὑτῷ δόξει βοηθεῖν.
ἀπεργάζου χαλεπωτέραν, οὐ τὴν ἐν χρήμασιν, ἀλλὰ τὴν ἐν τοῖς δικαίοις, καθ’ ἃ συμβαίνει τὴν πολιτείαν διατετάχθαι.
ἐπειδὴ πρόβατον μὲν φέρει δασμοὺς τέτταρας, γάλα καὶ τυρὸν καὶ ἔρια καὶ ἐτησίους ἄρνας, ὁ δὲ βοῦς πέντε, τρεῖς μὲν τοὺς αὐτοὺς ἐν γάλακτι καὶ τυρῷ καὶ γεννήμασι, δύο δ’ ἐξαιρέτους, ἄροτον γῆς καὶ ἀλοητόν, ὧν ὁ μέν ἐστιν ἀρχὴ σπορᾶς καρπῶν, p. 338 M ὁ δὲ τέλος εἰς κάθαρσιν τῶν συγκομισθέντων πρὸς ἑτοιμοτέραν τροφῆς χρῆσιν.
βοῶν τε καὶ προβάτων.
κέρδους ἀδικωτάτου τοῖς γένει μὲν ἐλευθέροις φύσεως δὲ μετέχουσι τῆς αὐτῆς ἐπάγειν τολμῶσιν.
προσαύξοντες καὶ τὸ ἐπίβουλον ἦθος αὑτῶν τρέποντες εἰς τὸ ἄσπονδον οὐκ [ἐπ’] ἀλλοδαποῖς μόνον καὶ ἀλλογενέσιν ἀνδραποδισμὸν κατεσκεύασαν, ἀλλὰ καὶ τοῖς ἀπὸ τοῦ αὐτοῦ ἔθνους, ἔστι δ’ ὅτε καὶ δημόταις καὶ φυλέταις, ἀλογήσαντες κοινωνίας νόμων τε καὶ ἐθῶν, οἷς ἐκ πρώτης ἡλικίας ἐνετράφησαν, ἅπερ βεβαιοτάτην ταῖς ψυχαῖς εὔνοιαν ἐνσφραγίζεται
τῶν μὴ λίαν ἀτιθάσων καὶ μὴ ἐπιτηδευόντων ὠμότητα·
ἀδίκημα δρῶσιν ἀπεμπολοῦντες, ἀνθ’ ἑνὸς δύο δεσπότας καὶ διττὰς δουλείας ἐπιτειχίζοντες ἐφέδρους.
οἰκετῶν ὀλιγωρήσουσιν, οὐδὲν ἀγωγὸν ἐν ταῖς ψυχαῖς ἔχοντες εἰς ἡμερότητα καὶ φιλανθρωπίαν, ἣν εἰκὸς ἐπὶ τοῖς ἐλευθέροις σῴζεσθαι φύσει.
καὶ ἔξω πόλεώς ἐστιν, ἅτε μὴ τόπων διαφοραῖς ἀλλὰ διανοίαις ἀκορέστων καὶ φιλαπεχθημόνων ἀνδρῶν ἐνιδρυμένος.
γὰρ αὐτοὺς ἀγρονόμους· ἀγρονόμων δὲ τίς ἂν ἦν χρεία τὸ πᾶν, εἰ μὴ κἀν τοῖς χωρίοις ἦσάν τινες ἐπὶ λύμῃ τῶν πλησίον ζῶντες;
τοῦθ’ ὑπομένων, ἐπιεικοῦς καὶ σφόδρα συγγνώμονος τυχὼν τοῦ νόμου, ὃς αὐτὸν τὰ πολεμίων ἀσπόνδων ἐργασάμενον, οἷς τὰς ἀρούρας δῃοῦν ἔθος καὶ φυτὰ ἥμερα διαφθείρειν, οὐχ ὡς κοινὸν ἐχθρὸν ἐτιμωρήσατο θάνατον ἢ φυγὴν ἢ τὸ γοῦν τελευταῖον, ἁπάσης στέρησιν τῆς οὐσίας, ὁρίσας, ἀλλ’ αὐτὸ μόνον δικαιώσας ἐπανορθώσασθαι τὸ βλάβος τῷ κυρίῳ.
μὴ πάντων δὲ τῶν συμβεβηκότων ἐχέτω τὰς αἰτίας, εἰκὸς γὰρ αὐτὸν 8 9 μὲν τοῦ κακοῦ p. 140 M. λαβόντα τὴν αἴσθησιν ἐξελαύνειν ἐπιχειρεῖν τάχιστα, τὴν δ’ ἅτε χλοηφαγοῦσαν, ἁπαλῶν τε καρπῶν καὶ βλαστῶν ἐμφορουμένην, ἀντιφιλονεικεῖν.
κτήσεις, ἀλλὰ καὶ πῦρ ἀπερισκέπτως καὶ ἀπροοράτως ἀναφλέγοντες. ἡ γὰρ τοῦ πυρὸς δύναμις ὕλης λαβομένη πανταχόσε ᾄττουσα νέμεταί τε καὶ χεῖται, καὶ ἐπειδὰν ἅπαξ κρατήσῃ, σβεστηρίων ὅσα ἂν ἐπιφέρῃ τις ἀλογεῖ καταχρωμένη καὶ τούτοις ἀντὶ τροφῆς εἰς συναύξησιν, ἕως ἂν πάντα ἐξαναλώσασα αὐτὴ δαπανηθῇ πρὸς αὑτῆς.
οἰκίαις μήτ’ ἐπαύλεσιν ἀφύλακτον πῦρ ἐᾶν, ἐπισταμένους ὅτι σπινθὴρ ἐντυφόμενος εἷς πολλάκις ἀνερριπίσθη καὶ μεγάλας ἐνέπρησε πόλεις, καὶ μάλιστα ἐπιφόρῳ πνεύματι ῥυείσης τῆς φλογός.
ταῖς ὅπλων καὶ μηχανημάτων ἀφθόνοις παρασκευαῖς· πυρφόρον γάρ τις οἰστὸν βαλὼν καιρίως εἰς πολὺν νηῶν στόλον αὐτοῖς ἐπιβάταις κατέφλεξεν ἢ στρατόπεδα πολυάνθρωπα μετὰ τῶν παρασκευῶν, ἐφ’ αἷς ἐπεποίηντο τὰς τοῦ νικᾶν ἐλπίδας, ἐξανάλωσεν.
ἢ κριθῶν ἢ ὀρόβων ἢ δράγματα ἀσταχύων συγκεκομισμένα ἢ βαθύγειον πεδιάδα χλοηφοροῦσαν, ἀποτινύτω τὸ βλάβος ὁ τὸ πῦρ ἐμβαλών, ἵν’ ἐκ τοῦ παθεῖν μάθῃ τὰς πρώτας τῶν πραγμάτων ἐνστάσεις εὖ μάλα φυλάττεσθαι καὶ μὴ δύναμιν ἀήττητον καὶ φύσει φθοροποιὸν ἀνακινῇ καὶ ἀνεγείρῃ δυναμένην ἠρεμεῖν.
τὸν τόπον, μηδ’ ἀνδράποδον ἕνεκα τοῦ διακομίσαι προσπαραλαβών, εἰ καὶ τύχοι φιλοδέσποτον· εἰς γὰρ τὸ ἀναπόδεικτον ἑκάτερος σπεύδειν ἔοικεν, ὁ μὲν ἵνα λάθῃ δούς, ὁ δὲ ἵνα ἀγνοῆται λαβών. ἀοράτῳ δὲ πράγματι p. 341 M. πάντως ἀόρατος μεσιτεύει θεός, ὃν εἰκὸς ὑπ’ ἀμφοῖν μάρτυρα καλεῖσθαι, τοῦ μὲν ὡς ἀποδώσοντος ὅταν ἀπαιτῆται, τοῦ δ’ ἐν καιρῷ
κομιουμένου.
μὲν τοῦ τὰ οἰκεῖα ἐπιτρέψαντος, τὴν δὲ τοῦ ἀψευδεστάτου μάρτυρος, ὃς τὰ πάντων ἐφορᾷ καὶ τὰ πάντων ἐπακούει καὶ προαιρουμένων καὶ μὴ θελόντων.
συλληφθέντες ἐκτινέτωσαν ἐπιτίμια διπλᾶ [τὰ κλεπτῶν εὑρεθέντα].
πίστιν ὑφ’ ἑτέρων ἀδικηθέντα βλάβης αἴτιον ἐκείνῳ γενέσθαι.
τελευτήσῃ, μεταπεμψάσθω τὸν ἐπιτρέψαντα ὁ λαβὼν καὶ ἐπιδεικνύτω, φαύλης ὑπονοίας ῥυόμενος ἑαυτόν· εἰ δὲ ἔκδημος ὢν τυγχάνοι, καλεῖν μὲν ἑτέρους οὐχ ἁρμόττον, οὓς λανθάνειν ἐσπούδασεν ἴσως ὁ πιστεύσας, ὀμνύναι δ’ ἀναγκαῖον ἐπανήκοντι περὶ τοῦ μὴ ἐπισκιάζειν ἐψευσμένῳ θανάτῳ νοσφισμὸν ἄδικον.
ἕνεκα τοῦ χρήσασθαι δεόμενος σκεῦος ἢ ζῷον, ἔπειτα [εἰ τὰ] ἀμφότερα κλαπῇ ἢ τὸ ζῷον ἀποθάνῃ, συνδιατρίβοντος μὲν τοῦ χρήσαντος ὁ λαβὼν ὑπόδικος οὐκ ἂν γένοιτο, τοῦ μὴ σκήπτεσθαι μάρτυρι χρώμενος ἐκείνῳ, μὴ συνδιατρίβοντος δὲ ἀποτινύτω. διὰ τί;
δέον καὶ μὴ παρέχειν εὐμάρειαν εἰς ὑφαίρεσιν κλέπταις.
ἁρμονίαν χρησμῷ θεσπισθῆναί φησιν ἐκ προσώπου τοῦ θεοῦ τὸν τρόπον τοῦτον· „οὐ κλέψετε καὶ οὐ ψεύσεσθε καὶ οὐ συκοφαντήσετε τοὺς 12 13 πλησίον ὑμῶν· καὶ οὐκ ὀμεῖσθε τῷ ὀνόματί μου ἐπ’ ἀδίκῳ καὶ τὸ ἐμὸν ὄνομα οὐ βεβηλώσετε“ (Lev. 19,11. 12)· παγκάλως καὶ σφόδρα παιδευτικῶς·
ὧν εὔλογον εἶναι δόξει τὸ συκοφάντημα, πᾶς τε συκοφάντης εὐθύς ἐστιν ἐπίορκος, ὀλίγα φροντίζων εὐσεβείας· ἐπειδὴ γὰρ ἐλέγχων ἀπορεῖ δικαίων, ἐπὶ τὴν ἄτεχνον λεγομένην πίστιν καταφεύγει, τὴν δι’ ὅρκων, οἰόμενος κατακλήσει θεοῦ πίστιν ἐργάζεσθαι τοῖς ἀκούουσιν. ἀνίερος δ’ ὁ τοιοῦτος ὢν καὶ βέβηλος ἴστω, μιαίνων τὸ ἀμίαντον φύσει [ἀγαθὸν καὶ] θεῖον ὄνομα.
Οὐ ψευδομαρτυρήσεις.
ἐδέησεν εἰς προσοχὴν ἀκροατοῦ τῷ λέγοντι· τοῦ δὲ μαρτυροῦντος μηδὲν ἐπ’ αὐτῷ προπεπονθὼς ὕπουλον ἐλευθέρᾳ γνώμῃ καὶ ἀναπεπταμένοις ὠσὶν ἀνέχεται, πίστιν καὶ ἀλήθειαν ὑποδυομένου, [τὸ] πραγμάτων μὲν ὠφελιμωτάτων τὰ ὀνόματα, ὀνομάτων δὲ προσαγωγότατα, οἷς καθάπερ 15 16 δελέασιν ἐπὶ θήρᾳ χρῆται ὧν ὀρέγεται καὶ ποθεῖ.
ἑνὶ μὲν οὖν μοχθηρῷ μὴ συναπονοηθῆναι θαυμαστὸν οὐδὲν εἰς τὰ ὅμοια προκαλουμένῳ, πλήθει δὲ ἐπὶ παρανομίαν οἷα κατὰ πρανοῦς ἀθρόᾳ ῥύμῃ φερομένῳ μὴ συνενεχθῆναι γενναίας ψυχῆς ἐστι καὶ φρονήματος ἀνδρείᾳ συγκεκροτημένου.
ἕπεσθαι καλόν, ἀκολουθίᾳ φύσεως δ’ ἀντίπαλον ὄχλου φορά.
καὶ θύται καὶ ὅσοι ἄλλοι μαντικὴν ἐκπονοῦσι τὴν σὺν τέχνῃ κακοτεχνίαν, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἐπιτηδεύοντες, παράκομμα τῆς ἐνθέου κατοκωχῆς καὶ προφητείας.
τῆς ἀληθείας καὶ τοὺς ἀβεβαίους τὸ ἦθος ὑπαγόμενος ῥᾳδίως καθάπερ ἀνερμάτιστα σκάφη πολὺς ἀντιπνεύσας ἄνεμος ἀνωθεῖ καὶ ἀνατρέπει, διακωλύων ὑποδρόμοις ἀσφαλέσι προσσχεῖν εὐσεβείας· τὰ γὰρ τοπασθέντα προλέγειν οἴεται δεῖν ὡς οὐκ αὐτὸς εὑρών, ἀλλ’ ὡς ἀφανῶς αὐτῷ μόνῳ χρησθέντα θεῖα λόγια, πρὸς βεβαιοτέραν πίστιν ἀπάτης μεγάλων καὶ πολυανθρώπων
ὁμίλων.
ἐνθουσιάσεις καταψευδόμενοι θεοῦ, διελεγχθήσονται ῥᾳδίως· ἥξει γὰρ πάλιν ἡ ἀλήθεια καὶ ἀναλάμψει φῶς ἀστράπτουσα τηλαυγέστατον, ὡς τό γε ἐπισκιάσαν ψεῦδος ἀφανισθῆναι.
τί γὰρ μᾶλλον τῷ μάρτυρι καθ’ ἑτέρου διεξιόντι ἢ τῷ κατηγορουμένῳ ὑπὲρ αὑτοῦ λέγοντι συναινετέον; ἄριστον δ’ ὡς ἔοικεν ἐπέχειν, ἔνθα μηδὲν ἐνδεῖ μηδὲ ὑπερβάλλει.
Τὰ πρὸς δικαστήν.
κατὰ Μωυσέα ἱερᾷ πολιτείᾳ παντὸς ἀλόγου πάθους καὶ πάσης κακίας ἀμετόχους εἶναι μᾶλλον ἢ τοὺς τοῖς ἄλλοις νόμοις χρωμένους, διαφερόντως δὲ τοὺς λαχόντας ἢ χειροτονηθέντας δικάζειν. ἄτοπον γὰρ ἁμαρτήμασιν ἐνόχους εἶναι p. 345 M. τοὺς τοῖς ἄλλοις τὰ δίκαια βραβεύειν ἀξιοῦντας, οἷς ἀναγκαῖον καθάπερ ἀπ’ ἀρχετύπου γραφῆς ἀπομάττεσθαι
τὰ φύσεως ἔργα πρὸς μίμησιν.
τιμωρίας.
ἀκοὴν ματαίαν. τί δὲ τοῦτ’ ἐστίν; ἔστω, φησίν, ὦ οὗτος, τὰ ὦτά σου κεκαθαρμένα· καθαρθήσεται δέ, ἐὰν νάμασι σπουδαίων λόγων συνεχῶς ἐπαντλῆται, τὰς ματαίους καὶ πεπατημένας καὶ χλεύης ἀξίας μυθογράφων ἢ μιμολόγων ἢ τυφοπλαστῶν τὰ μηδενὸς ἄξια σεμνοποιούντων μακρὰς ῥήσεις μὴ προσιέμενα.
ἀκοὴν καὶ ἕτερόν τι τῷ προτέρῳ συνᾷδον· τοῖς ἀκοὴν μαρτυροῦσι, φησίν, ὁ προσέχων ματαίως καὶ οὐχ ὑγιῶς προσέξει· διὰ τί; ὅτι ὀφθαλμοὶ μὲν αὐτοῖς ἐντυγχάνουσι τοῖς γινομένοις, ἐφαπτόμενοι τρόπον τινὰ τῶν πραγμάτων καὶ ὅλα δι’ ὅλων καταλαμβάνοντες, φωτὸς συνεργοῦντος, ᾧ πάντα αὐγάζεταί τε καὶ διελέγχεται, ὦτα δ’, ὡς ἔφη τις οὐκ ἀπὸ σκοποῦ τῶν
προτέρων, ὀφθαλμῶν ἀπιστότερα, πράγμασι μὲν οὐκ ἐντυγχάνοντα, ἑρμηνεῦσι δὲ πραγμάτων λόγοις οὐκ ἀεὶ πεφυκόσιν ἀληθεύειν περιελκόμενα. 22 23
δῶρα, φησὶν ὁ νόμος, πηροῖ μὲν ὀφθαλμοὺς βλέποντας, τὰ δὲ δίκαια λυμαίνεται, τὴν δὲ διάνοιαν οὐκ ἐᾷ διὰ λεωφόρου βαίνειν ἐπ’ εὐθείας.
ἡμιμόχθηροι, δικαιάδικοι, τὴν ὑπὲρ τῶν πεπλημμελημένων τεταγμένοι τάξιν κατὰ τῶν πλημμελησάντων, προῖκα δ’ οὐκ ἀξιοῦντες νικῶντας γράφειν οὓς νικᾶν ἀναγκαῖον, ἀλλὰ τὴν γνῶσιν ὤνιον καὶ ἔμμισθον ἀποφαίνοντες.
ἐχρῆν περιγίνεσθαι —, κακῶς ἀπολογούμενοι· δύο γὰρ δεῖ προσφέρεσθαι τὸν ἀγαθὸν δικαστήν, νομικωτάτην γνῶσιν καὶ τὸ ἀδέκαστον· ὁ δὲ ἐπὶ δώροις βραβευτὴς τοῦ δικαίου καλὸν φύσει πρᾶγμα λέληθεν αἰσχύνων.
ὃν ἄξιον ἦν ὠφελεῖν τιμὴν τοῦ δικαίου κατατιθέντα.
μᾶλλον τοῦ λαμβάνοντος ἢ ὠφελείᾳ, ἵνα τὴν ἐν ὀλίγοις πίστιν δέλεαρ καθεὶς ἀγκιστρεύσηται τὴν ἐν μείζοσιν πίστιν, ὅπερ οὐδὲν ἦν ἕτερον ἢ τὸ δίκαιον μὴ δικαίως ἐπιτελεῖν· δίκαιον μὲν γὰρ ἡ τῶν ἀλλοτρίων ἀπόδοσις, οὐ δικαίως δ’ ἐγένετο, παρόσον ἐπὶ θήρᾳ πλειόνων.
οἰκείωσις, ὅπερ ἐκ πρώτης γενέσεως καὶ σπαργάνων αὐτῶν τίτθαι καὶ μητέρες καὶ ὁ ἄλλος τῶν κατ’ οἰκίαν ἀνδραπόδων καὶ ἐλευθέρων ὅμιλος ἔργοις καὶ λόγοις ἀεὶ σύντροφον κατασκευάζουσιν, ἁρμοζόμενοι καὶ ἑνοῦντες αὐτὸ τῇ ψυχῇ ὡς μέρος ἐκ φύσεως ἀναγκαῖον, ὅπερ, εἰ καὶ τῷ ὄντι φύσει συνεγεγέννητο, ὤφειλεν ἐπιτηδεύσει τῶν καλῶν ἐκτετμῆσθαι.
δεῖται γὰρ ὁ μὲν προφορικὸς δηλώσεως, ᾗ τὰ ἀφανῆ τῶν καθ’ ἕκαστον ἡμῶν ἐνθύμια γνωρίζεται τῷ πέλας, ὁ δ’ ἐνδιάθετος ἀληθείας, εἰς τελειότητα βίου καὶ πράξεων, δι’ ὧν ἡ ἐπ’ εὐδαιμονίαν ὁδὸς ἀνευρίσκεται.
ξένων, ἵνα μήτε εὔνοια μήτε μῖσος ἐπισκιάσῃ τῶν δικαίων τὴν γνῶσιν· ἀνάγκη γὰρ οἷα τυφλὸν δίχα βάκτρου προερχόμενον καὶ τοὺς ποδηγετήσοντας οὐκ ἔχοντα οἷς βεβαίως ἐπερείσεται πταίειν.
δόξας ἀλλὰ πρὸς ἀλήθειαν μέλλοντα κρίνειν καὶ τοιαύτην ἔννοιαν λαβόντα, ὅτι „ἡ μὲν κρίσις τοῦ θεοῦ ἐστιν“ (Deut. 1,17), ὁ δὲ δικαστὴς ἐπίτροπος τῆς κρίσεως· ἐπιτρόπῳ δ’ οὐκ ἐφεῖται τὰ τοῦ κυρίου χαρίζεσθαι, παρακαταθήκην εἰληφότι τὴν πάντων τῶν κατὰ τὸν ἀνθρώπινον βίον ἀρίστην παρὰ τοῦ πάντων ἀρίστου.
τὰς περιουσίας οὐκ ἴδια κτήματα νομίζουσιν ἀλλὰ κοινὰ τῶν ἐν ἐνδείαις.
ὅ τε ῥώμῃ κεχρημένος σώματος ἔρεισμα τῶν ἀσθενεστέρων ἔστω καὶ μὴ καθάπερ ἐν τοῖς γυμνικοῖς ἀγῶσι καταπαγκρατιαζέτω τοὺς ἐλάττους ταῖς δυνάμεσιν, ἀλλὰ φιλοτιμείσθω τῆς ἰδίας ἰσχύος μεταδιδόναι τοῖς ἐξ ἑαυτῶν ἀπειρηκόσιν.
ταῖς τῶν πλησίον ὠφελείαις ἐπαποδύονται, τὰ λόγων νάματα ταῖς ψυχαῖς ἐκείνων δι’ ὤτων ἐπαντλοῦντες εἰς μετουσίαν τῆς ὁμοίας ἐπιστήμης· καὶ ἐπειδὰν ἴδωσιν ὥσπερ εὔβλαστα καὶ εὐγενῆ μοσχεύματα νέους εὐφυεῖς, γεγήθασιν οἰόμενοι κληρονόμους ἀνευρηκέναι τοῦ ψυχικοῦ πλούτου, ὃς μόνος ἀληθείᾳ πλοῦτός ἐστι, καὶ παραλαβόντες γεωργοῦσι τὰς ψυχὰς
δόγμασι καὶ θεωρήμασι, μέχρις ἂν στελεχωθεῖσαι καρπὸν τὸν καλοκἀγαθίας ἐνέγκωσι.
βεβαιούσθωσαν· ὥστε μηδεὶς μοχθηρὸς ἄπορος ὑπείλλων καὶ ὑποστέλλων ἀχρηματίας οἴκτῳ τὸ δίκην δοῦναι παρακρουέσθω, δεδρακὼς οὐκ ἐλέου — πόθεν; — ἀλλ’ ὀργῆς ἄξια. καὶ ὁ δικάζειν εἰσιὼν καθάπερ ἀργυραμοιβὸς ἀγαθὸς διαιρείτω καὶ διακρινέτω τὰς φύσεις τῶν πραγμάτων, ἵνα μὴ φύρηται συγχεόμενα τοῖς παρασήμοις τὰ δόκιμα.
οὖν ἄλλα πρός τε ψευδομάρτυρας καὶ δικαστὰς ἔνεστι λέγειν· ὑπὲρ δὲ 29 τοῦ μὴ μακρηγορεῖν ἰτέον ἐπὶ τὸ τελευταῖον τῶν δέκα λογίων, ὃ κεφαλαιώδει τύπῳ καθάπερ καὶ τῶν ἄλλων ἕκαστον κεχρησμῴδηται, τοῦτο δ’ ἐστίν· „οὐκ ἐπιθυμήσεις.“
διὰ τὸν ἀφηνιασμὸν ἐξενεχθεὶς οἷα ὑπὸ ἁρμάτων ἡνίοχος εἰς φάραγγας ἢ βάραθρα δυσαναπόρευτα, ἐξ ὧν μόλις ἔστι σῴζεσθαι.
φεύγοντος ἔστιν ὅτε τοῦ διωκομένου καταφρονητικῶς οὐκ ἐπὶ νῶτα ἀλλ’ ἀντικρύ.
κακοδαίμονι ψυχῇ· καὶ γὰρ ἐκεῖνον λόγος ἔχει ποτὸν μὲν ἀρύσασθαι βουλόμενον ἀδυνατεῖν, ὑποφεύγοντος ὕδατος, εἰ δὲ καρπὸν ἐθελήσειε δρέψασθαι, πάντας ἀφανίζεσθαι, στειρουμένης τῆς περὶ τὰ δένδρα εὐφορίας.
τε καὶ πεῖναν, οὐ τῶν περὶ γαστρὸς ἀπόλαυσιν, ἀλλὰ χρημάτων, δόξης, ἡγεμονιῶν, εὐμορφίας, ἄλλων ἀμυθήτων ὅσα κατὰ τὸν ἀνθρώπινον βίον ζηλωτὰ καὶ περιμάχητα εἶναι δοκεῖ.
καὶ χεομένη, πᾶσαν τὴν κοινωνίαν τῶν τοῦ σώματος μερῶν ἀπὸ κεφαλῆς ἄκρας ἄχρι ποδῶν συλλαμβάνουσα καὶ συνείρουσα, τὸν αὐτὸν τρόπον καὶ ἡ ἐπιθυμία δι’ ὅλης ᾄττουσα τῆς ψυχῆς οὐδὲν οὐδὲ τὸ βραχύτατον ἀπαθὲς αὐτῆς ἐᾷ, μιμουμένη τὴν ἐν ἀφθόνῳ ὕλῃ πυρὸς δύναμιν· ἐξάπτει γὰρ καὶ ἀναφλέγει, μέχρις ἂν διαφαγοῦσα πᾶσαν αὐτὴν ἐξαναλώσῃ.
ἀρχέκακον πάθος ἐστὶν ἐπιθυμία, ἧς ἓν τὸ βραχύτατον ἔγγονον, ἔρως, οὐχ ἅπαξ ἀλλ’ ἤδη πολλάκις ἀμυθήτων κατέπλησε τὴν οἰκουμένην συμφορῶν, ἃς οὐδ’ ὁ σύμπας τῆς γῆς κύκλος ἐχώρησεν, p. 350 M. ἀλλὰ διὰ πλῆθος ὥσπερ ὑπὸ χειμάρρου φορᾶς εἰς θάλατταν εἰσέπεσον, καὶ πανταχοῦ πάντα πελάγη πολεμίων κατεπλήσθη νηῶν καὶ ὅσα καινουργοῦσιν οἱ ναυτικοὶ
πόλεμοι συνηνέχθη καὶ ἐπιπεσόντα ἀθρόα πάλιν εἰς νήσους καὶ ἠπείρους ὑπεσύρη, διαυλοδρομήσαντα καθάπερ ἐν ταῖς παλιρροίαις ἀφ’ ὧν ἤρξατο φέρεσθαι.
ἅπασιν ἐνόχους.
ἀδελφὰ καὶ συγγενῆ.
ζηλωτάς, μεγίστων κακῶν ὡς εὐδαιμονικωτάτων ἀγαθῶν.
διαρρέοντος ζηλωτὰς βίου, χαίροντας οἰνοφλυγίαις, ὀψοφαγίαις, ἀκράτου καὶ ἰχθύων καὶ ἐδεσμάτων [καὶ] κακοὺς δούλους, περὶ συμπόσια καὶ τραπέζας ἰλυσπωμένους λίχνων τρόπον κυνιδίων, ἐξ ὧν τὴν ἀθλίαν καὶ ἐπάρατον συμβαίνει ζωὴν ἀποτελεῖσθαι, παντὸς ἀργαλεωτέραν θανάτου.
ἀλλὰ τῶν ὀρθῶν δογμάτων αὐτῆς ἐπὶ πλέον ἑστιαθέντες, διερευνησάμενοι φύσιν ψυχῆς καὶ τριττὸν εἶδος ἐνιδόντες αὐτῇ, τὸ μὲν λόγου, τὸ δὲ θυμοῦ, τὸ δ’ ἐπιθυμίας, λόγῳ μὲν ὡς ἡγεμόνι τὴν ἄκραν ἀπένειμαν 32 οἰκειότατον ἐνδιαίτημα κεφαλήν, ἔνθα καὶ p. 351 Μ. τῶν αἰσθήσεων αἱ τοῦ νοῦ καθάπερ βασιλέως δορυφόροι τάξεις παρίδρυνται,
πραϋπαθῆ κατασκευάζοντος, ἐπιθυμίᾳ δὲ τὸν περὶ τὸν ὀμφαλὸν καὶ τὸ καλούμενον διάφραγμα χῶρον·
πάντα ἀπιδὼν ὁ ἱερώτατος Μωυσῆς ἐκδύσασθαι τὸ πάθος καὶ μυσαξάμενος ὡς αἴσχιστον καὶ τῶν αἰσχίστων αἴτιον ἀπεῖπεν ἐν τοῖς μάλιστα τὴν ἐπιθυμίαν ὥς τινα τῆς ψυχῆς ἑλέπολιν, ἧς ἀναιρεθείσης ἢ πειθαρχούσης κυβερνήτῃ λογισμῷ πάντα διὰ πάντων εἰρήνης, εὐνομίας, ἀγαθῶν τελείων, ἀναπεπλήσεται πρὸς εὐδαίμονος βίου παντέλειαν.
33 34 καὶ τῶν ἄλλων κελεύει καὶ τὰς ἀπαρχὰς διανέμειν εἴς τε θυσίας καὶ τοὺς ἱερωμένους, τὰς μὲν ἕνεκα εὐχαριστίας τῆς πρὸς θεὸν ὑπὲρ εὐγονίας καὶ εὐφορίας ἁπάντων, τοὺς δ’ ἕνεκα τῆς περὶ τὸ ἱερὸν ἁγιστείας, μισθὸν ληψομένους τῶν περὶ τὰς ἱερουργίας ὑπηρεσιῶν.
παράπαν οὐδενὶ γεύσασθαί τινος ἢ μεταλαβεῖν, πρὶν διακρῖναι τὰς ἀπαρχάς, ἅμα καὶ πρὸς ἄσκησιν τῆς βιωφελεστάτης ἐγκρατείας· ὁ γὰρ ταῖς περιουσίαις, αἷς ἤνεγκαν αἱ τοῦ ἔτους ὧραι, μαθὼν μὴ ἐντρέχειν, ἀλλ’ ἀναμένων, ἄχρις ἂν αἱ ἀπαρχαὶ καθοσιωθῶσι, τὸν ἀφηνιασμὸν τῶν ὁρμῶν ἔοικεν ἀναχαιτίζειν ἐξευμαρίζων τὸ πάθος.
ἀδεᾶ τοῖς κοινωνοῦσι τῆς ἱερᾶς πολιτείας, ἀλλ’ ὅσα τῶν χερσαίων ἢ ἐνύδρων ἢ πτηνῶν ἐστιν εὐσαρκότατα καὶ πιότατα, γαργαλίζοντα καὶ ἐρεθίζοντα τὴν ἐπίβουλον ἡδονήν, πάντα ἀνὰ κράτος ἀπεῖπεν, εἰδὼς ὅτι τὴν ἀνδραποδωδεστάτην τῶν αἰσθήσεων δελεάσαντα γεῦσιν ἀπληστίαν
ἐργάσεται, δυσίατον κακὸν ψυχαῖς τε καὶ σώμασιν· ἀπληστία γὰρ τίκτει δυσπεψίαν, ἥτις ἐστὶ νοσημάτων καὶ ἀρρωστημάτων ἀρχή τε καὶ πηγή.
ἀρετῆς δι’ ὀλιγοδεΐας καὶ εὐκολίας γυμνάζει καὶ συγκροτεῖ, πειρώμενος ἀφελεῖν πολυτέλειαν·
παθεῖν, ἀλλ’ οὐχὶ τοῖς παθοῦσιν ἀντιδιατιθέναι, μὴ λάθωσιν ὑπ’ ὀργῆς, ἀγρίου πάθους, θηριωθέντες.
τιθασά, τροφαῖς ἡμέροις αἷς ἀναδίδωσι γῆ χρώμενα καὶ μηδὲν εἰς ἐπιβουλὴν
37 38 νομοθετεῖ μὴ προσπαραλαβὼν καὶ ὥσπερ ἐφαρμόσας τὸν οἰκεῖον τοῖς νομοθετουμένοις ἀριθμόν. ἀριθμῶν δὲ τῶν ἀπὸ μονάδος τελειότατος ἡ δεκὰς καί, ὥς φησι Μωυσῆς, ἱερώτατός τε καὶ ἅγιος, ᾧ τὰ γένη τῶν καθαρῶν ζῴων ἐπισφραγίζεται, βουληθεὶς τὴν τούτων χρῆσιν ἀπονεῖμαι τοῖς
μετέχουσι τῆς κατ’ αὐτὸν πολιτείας.
τῶν ἐναντίων διακρίνεται.
οὐχ οἷός τε ὢν εὐθὺς συλλαβέσθαι καὶ περιδράξασθαι κραταιότερον, ἄχρις ἂν ἕκαστον ὧν ἤκουσεν ἀναπολῶν μνήμῃ συνεχέσι μελέταις — αἱ δ’ εἰσὶ κόλλα νοημάτων — ἐνσφραγίσηται τῇ ψυχῇ βεβαίως τὸν τύπον.
καὶ φυγὴν τῶν ἐναντίων, ἧς τὸ διχηλοῦν σύμβολον· ἐπεὶ τοῦ βίου διττὴ ὁδός, ἡ μὲν ἐπὶ κακίαν, ἡ δ’ ἐπ’ ἀρετὴν ἄγουσα, καὶ δεῖ τὴν μὲν ἀποστρέφεσθαι, τῆς δὲ μηδέποτε ἀπολείπεσθαι.
ἐνύδρων τὰ πρὸς ἐδωδὴν καθαρὰ διαγράφειν, σημειωσάμενος καὶ ταῦτα διττοῖς χαρακτῆρσι, πτέρυξι καὶ λεπίσι· τὰ γὰρ ἢ μηδέτερον ἢ θάτερον ἔχοντα παραπέμπει καὶ παραιτεῖται. τὸ δ’ αἴτιον οὐκ ἀπὸ σκοποῦ λεκτέον.
πρόσεστιν, ἀποστρέφει καὶ μετωπηδὸν ἀνθίσταται καὶ φιλονεικοῦντα πρὸς τὸν ἀντίπαλον προθυμίαις καὶ τόλμαις ἀηττήτοις γυμνάζεται, ὡς ὠθούμενά τε ἀντωθεῖν καὶ διωκόμενα ἀντεπιτρέχειν, ὁδοὺς ἐν δυσοδίαις ἀναστέλλοντα εὐρείας πρὸς διεξόδους εὐμαρεῖς.
ἐγκράτειαν ποθούσης· ἡ μὲν γὰρ ἐφ’ ἡδονὴν ἄγουσα κατάντης ἐστὶ καὶ ῥᾴστη, συρμὸν ἀπεργαζομένη μᾶλλον ἢ περίπατον, ἀνάντης δὲ ἡ πρὸς ἐγκράτειαν, ἐπίπονος μέν, ἐν δὲ τοῖς μάλιστα ὠφέλιμος· καὶ ἡ μὲν ὑποφέρει καὶ ὑπονοστεῖν ἀναγκάζει τῷ πρανεῖ κατάγουσα, μέχρις ἂν εἰς τὰ τῆς ἐσχατιᾶς ἀποβράσῃ, ἡ δ’ εἰς οὐρανὸν ἄγει τοὺς μὴ προκαμόντας
ἀθανατίζουσα, τὸ τραχὺ καὶ δυσαναπόρευτον αὐτῆς ἰσχύσαντας ὑπομεῖναι.
ἀπαύστως εἰσφέροντας ἀκράτου, πεμμάτων, ἰχθύων, συνόλως ὅσα σιτοπόνων καὶ ὀψαρτυτῶν τετεχνιτευμέναι περιεργίαι μετὰ παντοίων 41 42 ἐδεσμάτων δημιουργοῦσιν ἀναρριπίζουσαι καὶ προσαναφλέγουσαι τὰς ἀπλήστους καὶ ἀκορέστους ἐπιθυμίας, διὰ δὲ τῶν τετρασκελῶν καὶ πολυπόδων τοὺς μὴ ἑνὸς πάθους, ἐπιθυμίας, ἀλλὰ συμπάντων κακοὺς δούλους, ἃ γένει μέν ἐστιν ἀριθμῷ τέτταρα, μυρία δὲ τοῖς εἴδεσιν. χαλεπὴ μὲν
οὖν καὶ ἡ ἑνὸς δεσποτεία, βαρυτάτη δὲ καὶ ἀφόρητος, ὡς εἰκός, ἡ πλειόνων.
σώματος ὁλκὴ φύσει βρίθουσα τοὺς ὀλιγόφρονας συνεφέλκεται τῷ πλήθει τῶν σαρκῶν αὐχενίζουσα καὶ πιέζουσα·
τοῖς ἑκουσίως ἀλλὰ μὴ παρέργως ἥκουσιν.
σαρκοβόρα καὶ ἰοβόλα καὶ συνόλως ἐπιβούλοις κεχρημένα ταῖς δυνάμεσι.
ἔνυδρα καὶ πτηνά, τῆς ἡμετέρας χρήσεως ὑφαιρῶν, καθάπερ ὕλην πυρός, σβέσιν τῆς ἐπιθυμίας ἀπεργάζεται.
αἰδουμένους τὰς φύσεως ἀνάγκας αἷς προκατελήφθη.
νομοθετῶν ὡς οὐκ ἀνδρείους μόνον ἀλλὰ καὶ κοινωνικοὺς τὸ ἦθος, p. 356 Μ. μέμψαιτο δ’ ἄν [τις] εἰκότως ὁ τῆς ἱερᾶς εἰσηγητὴς πολιτείας, ἄντικρυς ἀπειρηκὼς θνησιμαίων καὶ θηριαλώτων ἀπόλαυσιν διὰ τὰς εἰρημένας αἰτίας.
τῶν πρὸς ἐχθρούς, ὁπότε χρήσαιτο εὐτυχίᾳ τῇ περὶ ἄγραν, [καὶ] τοὺς ἑαλωκότας θῆρας προτιθέτω κυσὶν εὐωχίαν, μισθὸν ἢ γέρας εὐτολμίας καὶ ἀνυπαιτίου συμμαχίας, αὐτὸς δὲ μὴ ψαυέτω προδιδασκόμενος ἐν ἀλόγοις ζῴοις, ἃ χρὴ καὶ περὶ ἐχθρῶν φρονεῖν, οἷς πολεμητέον οὐ διὰ κέρδος ἄδικον λωποδυτούντων πράξεις μιμουμένους, ἀλλ’ ἤτοι διὰ
πεῖραν κακῶν ὧν προπεπόνθασιν ἀμυνομένους ἢ δι’ ἃ προσδοκῶσι πείσεσθαι.
ὅθεν ἐν ἑτέροις τίθησι νόμον περὶ αἵματος, μήθ’ αἷμα μήτε στέαρ προσφέρεσθαι· τὸ μὲν αἷμα δι’ ἣν εἶπον αἰτίαν ὅτι οὐσία ψυχῆς ἐστίν—οὐχὶ τῆς νοερᾶς καὶ λογικῆς ἀλλὰ τῆς αἰσθητικῆς, καθ’ ἣν ἡμῖν τε καὶ τοῖς ἀλόγοις κοινὸν τὸ ζῆν συμβέβηκεν· 11 ἐκείνης γὰρ οὐσία πνεῦμα θεῖον καὶ μάλιστα κατὰ Μωυσῆν, ὃς ἐν τῇ κοσμοποιΐᾳ φησὶν
ἀνθρώπῳ τῷ πρώτῳ καὶ ἀρχηγέτῃ τοῦ γένους ἡμῶν ἐμφυσῆσαι πνοὴν ζωῆς τὸν θεὸν εἰς τὸ τοῦ σώματος ἡγεμονικώτατον, τὸ πρόσωπον, ἔνθα αἱ δορυφόροι τοῦ νοῦ καθάπερ μεγάλου βασιλέως αἰσθήσεις παρίδρυνται· τὸ δ’ ἐμφυσώμενον δῆλον ὡς αἰθέριον ἦν πνεῦμα καὶ εἰ δή τι αἰθερίου πνεύματος κρεῖσσον, ἅτε τῆς μακαρίας καὶ τρισμακαρίας φύσεως ἀπαύγασμα
—,
προσχεόμενον, τὸ δ’ ὡς ὕλη φλογὸς ἐπιφερόμενον ἀντ’ ἐλαίου διὰ τὴν πιότητα τῷ καθωσιωμένῳ καὶ ἱερῷ πυρί.
παρασκευαὶ τῶν ἐπιτηδείων ἄφθονοι, ἀλλὰ καὶ ἐν ἐρημίαις ἀβάτοις καὶ ἀτριβέσιν, ἀξιοῦντες ἐν ταύταις ἀγορὰς ἔχειν ἰχθύων καὶ κρεῶν καὶ τῶν 47 48 ἐν εὐετηρίᾳ πάντων.
τοὺς γαστρὸς ἀκράτορας καὶ ἀφηνιαστὰς ὁσιότητος.
ἑτέρων σύλληψιν ἐξῄεσαν — αἱ γὰρ ἄγαν πλεονεξίαι μέτρον οὐκ ἔχουσι — καὶ σκευάζοντες πᾶσαν ἰδέαν ἀπλήστως ἐνεφοροῦντο, μέλλοντες οἱ κενοὶ φρενῶν ὑπὸ τῆς πλησμονῆς ἀπόλλυσθαι.
(Num. 11,34), ἧς οὐκ ἔστιν ἐν ψυχῇ, καθάπερ ἐδίδαξεν ὁ λόγος, μεῖζον κακόν.
εἰ μέλλει καλὸς κἀγαθὸς γενήσεσθαι.
τούτων μὲν δὴ ἅλις. οὐ δεῖ δ’ ἀγνοεῖν, ὅτι ὥσπερ ἰδίᾳ ἑκάστῳ τῶν δέκα συγγενῆ τινα τῶν ἐπὶ μέρους ἐστίν, ἃ πρὸς ἕτερον γένος οὐδεμίαν ἔχει κοινωνίαν, οὕτως ἔνια κοινὰ πάντων συμβέβηκεν, οὐχ ἑνὶ ἢ δυσίν, ὡς ἔπος εἰπεῖν, τοῖς δὲ δέκα λογίοις ἐφαρμόττοντα.
κοινῇ πάντες ἐπὶ φρόνησιν καὶ δικαιοσύνην καὶ θεοσέβειαν καὶ τὸν ἄλλον χορὸν τῶν ἀρετῶν ἀλείφουσι καὶ προτρέπουσι, βουλαῖς μὲν ἀγαθαῖς ὑγιαίνοντας λόγους, λόγοις δὲ σπουδαίας πράξεις συνείροντες, ἵνα τὸ ψυχῆς ὄργανον εὐαρμόστως ὅλον δι’ ὅλων συνηχῇ πρὸς ἐμμέλειαν βίου καὶ συμφωνίαν ἀνεπίληπτον.
εὐσεβείας καὶ ὁσιότητος, ἔτι δὲ καὶ φρονήσεως καὶ σωφροσύνης εἴρηται πρότερον, νυνὶ δὲ περὶ τῆς ἐπιτηδευούσης ἀδελφὰ καὶ συγγενῆ ταύταις δικαιοσύνης λεκτέον.
Περὶ δικαιοσύνης.
καὶ δικαστάς, οὗ πρότερον ἐποιησάμην ὑπόμνησιν, ἡνίκα τὰ τῶν μαρτυρίων ἐπὶ πλέον ἀπομηκύνων διεξῄειν ἕνεκα τοῦ μηδὲν παραλειφθῆναι τῶν ἐμφερομένων. οὐκ εἰωθὼς δὲ παλιλλογεῖν, εἰ μή πού τις ἀνάγκη γένοιτο βιαζομένων τῶν καιρῶν, ἐκεῖνο μὲν ἐάσω, πρὸς δὲ τὰ ἄλλα μέρη τρέψομαι τοσοῦτον προειπών.
δεῖ τῇ καρδίᾳ καὶ ἐξάπτειν εἰς σημεῖον ἐπὶ τῆς χειρὸς καὶ εἶναι σειόμενα πρὸ ὀφθαλμῶν, αἰνιττόμενος διὰ τοῦ προτέρου, ὅτι χρὴ μὴ ὠσὶν ἀπίστοις παρακατατίθεσθαι τὰ δίκαια — πίστις γὰρ ἀκοαῖς οὐκ ἔνεστιν —, 50 51 ἀλλὰ τῷ ἡγεμονικωτάτῳ τὰ πάντων ἄριστα p. 359 Μ. μαθημάτων ἐντυποῦν καὶ ταῦτα χαράττοντα σφραγῖσι δοκίμοις·
τίνος ἄντικρυς οὐ διείρηκε, διὰ τὸ μὴ ἑνός, ὥς γέ μοι δοκεῖ, πολλῶν δὲ γενέσθαι καὶ σχεδὸν ἁπάντων ἐν οἷς ὁ ἀνθρώπινος βίος —·
ἀρίδηλον θέαν· ὁράσεως γὰρ ἐπαγωγὸν κίνησις ἐξερεθίζουσα καὶ ἀνεγείρουσα μᾶλλον δ’ ἀκοιμήτους καὶ ἐγρηγορότας κατασκευάζουσα ὀφθαλμούς.
ἐξεταζόμενος, ἀλλ’ ἐν διδασκάλοις καὶ ὑφηγηταῖς, καὶ παρεχέτω τοῖς ἐθέλουσιν ἀρύεσθαι τῶν νέων ὥσπερ ἀπὸ πηγῆς τῶν λόγων καὶ δογμάτων ἄφθονον νᾶμα· κἂν τῶν ἀτολμοτέρων τις ὑπ’ αἰδοῦς μέλλῃ καὶ βραδύνῃ προσέρχεσθαι μαθησόμενος, αὐτὸς ἰὼν ἐπαντλείτω καὶ ἐποχετευέτω ταῖς ἀκοαῖς ἀθρόας ὑφηγήσεις, ἄχρις ἂν αἱ δεξαμεναὶ τῆς
ψυχῆς γεμισθῶσι.
52 53 ὅλην δι’ ὅλων πεπληρῶσθαι δικαιοσύνης, ἐμμελετῶσαν αὐτῆς τοῖς ἀιδίοις δόγμασι καὶ θεωρήμασιν, οὐκ ἔχουσαν ἔρημον τόπον, εἰς ὃν ἀδικία παρελεύσεται.
ἐκδημοῦντες καὶ ἐνδημοῦντες, ἀστοὶ καὶ ξένοι, τοῖς πρὸ τῶν πυλῶν γράμμασιν ἐστηλιτευμένοις ἐντυγχάνοντες ἄληκτον ἔχωσι τὴν τῶν λεκτέων καὶ πρακτέων μνήμην, ἑκατέρου φροντίζοντες τοῦ μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι, εἰς δὲ τὰς οἰκίας εἰσιόντες καὶ πάλιν ἐξιόντες, ἄνδρες ὁμοῦ καὶ γυναῖκες καὶ τέκνα καὶ θεραπεία, p. 360 M. τὰ ἁρμόττοντα καὶ ἐπιβάλλοντα
δρῶσιν ὑπέρ τε ἄλλων καὶ ὑπὲρ ἑαυτῶν.
ὃ παραλέλειπται τῷ σοφῷ νομοθέτῃ πρὸς ὁλοκλήρου καὶ παντελοῦς μετουσίαν δικαιοσύνης.
περὶ τὰ δεινὰ πραγματευομένην, ἴσασιν οἱ μὴ παντελῶς ἄμουσοι καὶ ἀχόρευτοι, κἂν ἐπὶ βραχὺ παιδείας προσάψωνται, τῶν ὑπομενετέων οὖσαν ἐπιστήμην.
καὶ μεταμορφώσει τὸ εἶδος· γεννήσει γὰρ ἡ μὲν πρόσθεσις δεισιδαιμονίαν, ἡ δ’ ἀφαίρεσις ἀσέβειαν, ἀφανισθείσης αὖ τῆς εὐσεβείας, ἣν ἀνίσχειν καὶ ἐπιλάμπειν εὐκταῖον ἀγαθόν, ἐπειδὴ τοῦ μεγίστου τῶν ἀγαθῶν αἰτία καθέστηκεν, ἐπιστήμην ἐμποιοῦσα θεραπείας θεοῦ, ἣν πάσης ἀρχῆς καὶ ἡγεμονίας ἀρχικωτέραν καὶ βασιλικωτέραν εἶναι νομιστέον.
τοῦτο δ’, ὡς ἔοικεν, οὐ περὶ κλήρων αὐτὸ μόνον καὶ γῆς ὅρων νομοθετεῖται πρὸς πλεονεξίας ἀποκοπήν, ἀλλὰ καὶ πρὸς p. 361 M φυλακὴν τῶν ἀρχαίων ἐθῶν· ἔθη γὰρ ἄγραφοι νόμοι, δόγματα παλαιῶν ἀνδρῶν οὐ στήλαις ἐγκεχαραγμένα καὶ χαρτιδίοις ὑπὸ σητῶν ἀναλισκομένοις, ἀλλὰ ψυχαῖς τῶν μετειληφότων τῆς αὐτῆς πολιτείας.
παρὰ γονέων δίχα τῶν οὐσιῶν κληρονομεῖν ἔθη πάτρια, οἷς ἐνετράφησαν καὶ ἐξ αὐτῶν σπαργάνων συνεβίωσαν, καὶ μὴ καταφρονεῖν, παρόσον ἄγραφος αὐτῶν ἡ παράδοσις· ὁ μὲν γὰρ τοῖς ἀναγραφεῖσι νόμοις πειθαρχῶν οὐκ ἂν δεόντως ἐπαινοῖτο, νουθετούμενος ἀνάγκῃ καὶ φόβῳ κολάσεως, ὁ δὲ τοῖς ἀγράφοις ἐμμένων, ἑκούσιον ἐπιδεικνύμενος
τὴν ἀρετήν, ἐγκωμίων ἄξιος.
Κατάστασις ἀρχόντων.
ἀποδοκιμάσαι ἂν καὶ ἐν ὑπηκόοις ἐξετάζεσθαι.
ὄντας.
λαχὼν κυβερνᾶν εὐθὺς ἐπὶ πρύμναν παραπέμπεται, δι’ ἀνεπιστημοσύνης ἐργασόμενος ἐν εὐδίᾳ καὶ γαλήνῃ χειροποίητα ναυάγια, ἀλλ’ ὅστις ἂν ἐκ πρώτης ἡλικίας τὴν κυβερνητικὴν τέχνην ἐπιμελῶς φαίνηται δεδιδαγμένος· οὗτος δ’ ἐστὶν ὁ πολλάκις μὲν πεπλευκώς, τὰ δὲ σύμπαντα ἢ 57 58 πλεῖστα πελάγη περαιωσάμενος, ἐμπόρια δὲ καὶ λιμένας καὶ ὑφόρμους καὶ ὑποδρόμους τοὺς ἔν τε νήσοις καὶ ἠπείροις p. 362 M. ἐπιμελῶς ἐξητακὼς καὶ μᾶλλον ἢ οὐχ ἧττον τῶν κατὰ γῆν ὁδῶν τὰς κατὰ θάλατταν ἀτραποὺς ἐπιστάμενος ἐκ τῆς ἀκριβοῦς θέας τῶν οὐρανίων·
κινήσεσιν ἐν ἀνοδίαις ἴσχυσεν ἀπλανεῖς καὶ λεωφόρους ὁδοὺς ἀνατεμεῖν, ἵνα — τὸ πάντων ἀπιστότατον πραγμάτων — ἡ χερσαία φύσις διὰ πλωτῆς οἵα τε ᾖ περαιοῦσθαι.
οὐκ ἂν ἁμάρτοι τις εἰπὼν τέχνην τεχνῶν εἶναι καὶ ἐπιστήμην ἐπιστημῶν, πρὸς ἄστατον κλήρου φορὰν ταλαντεύσει τὴν ἀκριβῆ βάσανον τῆς ἀληθείας
καταστήσεις ἐπὶ σεαυτὸν ἄρχοντα οὐκ ἀλλότριον, ἀλλ’ ἐκ τῶν σῶν ἀδελφῶν, δηλῶν ἐθελούσιον αἵρεσιν καὶ δοκιμασίαν ἀνεπίληπτον ἄρχοντος, ἣν σύμπασα ἡ πληθὺς ὁμογνωμονοῦσα ποιήσει. προσεπιψηφιεῖται δὲ τὴν αἵρεσιν ἐπισφραγιζόμενος καὶ ὁ τῶν κοινωφελῶν ἁπάντων βεβαιωτὴς θεός, ἐκλογήν τινα τοῦ γένους ὑπολαβὼν εἶναι τὸν ἄνθρωπον ὡς ὄψιν
κατὰ πλάνον ἀνήνυτον ὧδε κἀκεῖσε φορούμενον, ὑποβαλὼν ἀτελεῖς ἐλπίδας μειζόνων ἀγαθῶν κτήσεως, εἰς ἀφαίρεσιν ὧν ἤδη βεβαίως ἐκαρποῦτο.
πάντες οἱ ἀπὸ τοῦ ἔθνους προσκεκλήρωνται, — μηδέποτε τὰ παραπλήσια τοῖς προλεχθεῖσι διαμαρτεῖν, ἀλλ’ ἔμπαλιν ἀντὶ μὲν τοῦ μεθορμίζειν τοὺς οἰκήτορας καὶ τοῖς ἐν τῇ ξένῃ σποράσιν ἀσφαλῆ κάθοδον παρέξειν, ἀντὶ δὲ τοῦ τὰ τῶν ἄλλων ἀφαιρεῖσθαι χρήματα προσεπιδώσειν τοῖς δεομένοις τὴν ἰδίαν οὐσίαν ἀποφήναντα κοινήν.
τὴν Ἐπινομίδα αὐτοχειρίᾳ γράψαι κεφαλαιώδη τύπον περιέχουσαν ἁπάντων τῶν νόμων, βουλόμενος ἔγκολλα τῇ ψυχῇ τὰ διατεταγμένα γενέσθαι· τοῦ μὲν γὰρ ἀναγινώσκοντος ὑπορρεῖ τὰ νοήματα τῇ φορᾷ παρασυρόμενα, τῷ δὲ γράφοντι κατὰ σχολὴν ἐνσφραγίζεται καὶ ἐνιδρύεται,
τῆς διανοίας ἐνευκαιρούσης ἑκάστῳ καὶ ἐπερειδούσης ἑαυτὴν καὶ μὴ μετιούσης ἐφ’ ἕτερον, πρὶν ἢ περιδράξασθαι τοῦ προτέρου βεβαίως. 61 62 ὅταν μέντοι γράψῃ, πειράσθω καθ’ ἑκάστην ἡμέραν ἐντυγχάνειν καὶ ἀναγινώσκειν,
οὐ πρὸς ἀνθρώπους μόνον ἀλλὰ καὶ πρὸς ἰδέας ἀξιεράστους γραμμάτων ἀποτελοῦσι.
ἄρχων, μὴ ἑτέρῳ προσχρησάμενος ὑπηρετῶν μυρίων ὄντων· ἆρ’ ὅπως βιβλίον ἀποπληρώσω, καθάπερ οἱ μισθοῦ γράφοντες ἢ οἱ γυμνάζοντες ὀφθαλμούς τε καὶ χεῖρας, τοὺς μὲν εἰς ὀξυωπίαν, τὰς δ’ ἵνα ὦσιν ὀξυγράφοι; — πόθεν; οὐκ ἔστιν — ἀλλ’ ὅπως αὐτὰ ἐν βιβλίῳ γράφων εὐθὺς εἰς τὴν ψυχὴν μεταγράφω καὶ ἐναπομάττωμαι τῇ διανοίᾳ
θειοτέρους καὶ ἀνεκπλύτους χαρακτῆρας.
ἰσότητα τιμήσας, ἣ γεννᾷ φῶς καὶ εὐστάθειαν.
ὑπερβολῆς καὶ ἐλλείψεως οὖσαν μεθόριον, καὶ ἄλλως ἐπειδὴ τὸ μέσον ἐν τριάδι τὴν ἡγεμονίδα τάξιν εἴληχεν, ἁρμοζόμενον τὰ παρ’ ἑκάτερα εἰς ἕνωσιν ἀδιαλύτῳ δεσμῷ, ὑφ’ ὧν καὶ δορυφορεῖται τρόπον βασιλέως.
τὴν μακροχρόνιον ἡγεμονίαν, οὐχ ἵνα πολυετῆ ζωὴν αὐτῷ χαρίσηται μετὰ τοῦ τὰ κοινὰ πρυτανεύειν, ἀλλ’ ἵνα ἀναδιδάξῃ τοὺς ἀγνοοῦντας, ὅτι ὁ νόμιμος ἄρχων, κἂν τελευτήσῃ, βίον ζῇ μακραίωνα διὰ τῶν πράξεων, ἃς ἀθανάτους ἀπολέλοιπε μνημεῖα καλοκἀγαθίας ἀκαθαίρετα.
αἱρεῖσθαι διαδόχους, οἳ συνάρξουσι καὶ συνδικάσουσι καὶ τἄλλα ὅσα 66 67 κοινωφελῆ συνδιοικήσουσιν. εἷς γὰρ οὐκ ἂν ἐξαρκέσαι, κἂν προθυμότατος ᾖ καὶ πάντων ἐρρωμενέστατος ἑκάτερον, σῶμα καὶ ψυχήν, πρὸς τὰ μεγέθη καὶ πλήθη τῶν πραγμάτων, ἀπειρηκὼς τῇ φορᾷ τῶν ἐπιχεομένων καθ’ ἑκάστην ἡμέραν ἀλλαχόθεν ἄλλων, εἰ μὴ τοὺς συλληψομένους ἔχοι, πάντας ἀριστίνδην ἐπιλελεγμένους φρονήσει, δυνάμει, δικαιοσύνῃ, θεοσεβείᾳ,
τῷ μὴ ἐκτρέπεσθαι μόνον ἀλλὰ καὶ μισεῖν ὡς ἐχθρὸν καὶ μέγιστον κακὸν ἀλαζονείαν.
τρίβηται, τοῖς ὑπάρχοις ἐνδίκως ἂν ἐπιτρέψαι, τῶν δὲ μειζόνων ἀναγκαίως αὐτὸς ἂν γένοιτο ἐξεταστὴς ἀκριβέστατος.
μηδὲν ἀνήκεστον παθεῖν μία ἐλπὶς ὁ δικαστής.
τῶν τὰς ἀμφισβητήσεις ἐχόντων, ἄριστα συνεβούλευσεν ἑλέσθαι διαδόχους, ἵν’ οἱ μὲν τὰ βραχύτερα κρίνωσιν, αὐτὸς δ’ ἐφεδρεύῃ τοῖς μείζοσι καιροὺς 68 69 εἰς ἀνάπαυλαν αὑτῷ διδούς.
περιέχουσιν εἰς τὴν τῶν καθ’ ἑκάστην γενεὰν ἀρχόντων διδασκαλίαν, ἵνα πρῶτον μὲν μὴ ἀποδοκιμάζωσι συμβούλους ὡς ἱκανοὶ πάντα περιαθρεῖν, Μωυσέως οὐκ ἀποδοκιμάσαντος τοῦ πανσόφου καὶ θεοφιλοῦς, ἔπειτα δὲ ἵνα δευτέρους καὶ τρίτους ἡγεμόνας αἱρῶνται, φροντίζοντες τοῦ μὴ περὶ μικρὰ τριβόμενοι τῶν ἀναγκαιοτέρων ἀμελεῖν· ἀμήχανον
γὰρ ἐφ’ ἅπαντα φθάνειν φύσιν ἀνθρωπίνην.
ὅλων ἡγεμὼν θεὸς οὐκ ἐσκοράκισεν αὐτοὺς τῆς ἀφ’ αὑτοῦ δικαιονομίας.
τὸ κράτος, ἀλλ’ „ἐπηλύτῳ καὶ ὀρφανῷ καὶ χήρᾳ”·
ἐπιμέλειαν καὶ προστασίαν ἀφῄρηται· γυναικὶ γὰρ ἀνὴρ εἰς κηδεμονίαν, ὥσπερ γονεῖς παρθένῳ.
νόμοις ἐξαιρέτοις χρωμένῳ· σεμνοὶ δ’ εἰσὶν ἐξ ἀνάγκης, ἅτε πρὸς τὴν ἄκραν ἀρετὴν ἀλείφοντες· τὸ δὲ σεμνὸν αὐστηρόν, τοῦτο δ’ ὁ πολὺς ὅμιλος ἀνθρώπων ἀποστρέφεται διὰ τὴν ἡδονῆς ἀποδοχήν.
ἀνθρώπων γένους ἀπενεμήθη οἷά τις ἀπαρχὴ τῷ ποιητῇ καὶ πατρί.
νομίσας τις ἀγαθὸν εἶναι τέλειον τὴν εὐγένειαν ὀλιγωρείτω καλῶν πράξεων, λογιζόμενος ὅτι μείζονος ὀργῆς ἄξιος τυγχάνειν ἐστὶν ὁ γεννηθεὶς μὲν ἐκ τῶν ἀρίστων, αἰσχύνην δ’ ἐπιφέρων τοῖς γεννήσασι διὰ τὴν τῶν 71 τρόπων κακίαν· ἔχων γὰρ οἰκεῖα παραδείγματα καλοκἀγαθίας ἃ μιμήσεται καὶ μηδὲν ἀποματτόμενος εἰς ὑγιαίνοντος βίου κατόρθωσιν ἐπίληπτος.
ἐν τῷ ἔθνει· ψυχῆς γὰρ ἀνελευθέρου καὶ σφόδρα δουλοπρεποῦς ἐπίβουλα ἤθη συσκιαζούσης ὑποκρίσει τὸ ἔργον.
περιττοτέραν εὔνοιαν ἐπιδεικνύμενοι· τοὺς δ’ ἐπὶ λύμῃ καὶ ζημίᾳ τῶν ὑπηκόων μεγάλας περιβαλλομένους δυναστείας οὐκ ἄρχοντας ἀλλ’ ἐχθροὺς προσαγορευτέον, τὰ πολεμίων ἀσυμβάτων δρῶντας.
δυσμένειαν, τῶν δ’ ἐστὶ δύσληπτος καὶ δυσθήρατος ἡ μοχθηρία καθάπερ ἐν θεάτρῳ σκευὴν ἀλλοτρίαν ἀναλαμβανόντων εἰς ἀπόκρυψιν ἀληθοῦς ὄψεως.
στρατηγός, ναύαρχος δ’ ἐπιβατικοῦ καὶ πληρωμάτων, καὶ πάλιν φορτίδων μὲν καὶ ὁλκάδων ναύκληρος, κυβερνήτης δὲ πλωτήρων· οἳ πάντες δύνανται μὲν ἄμφω τό τε εὖ καὶ τὸ χεῖρον, βούλεσθαι δ’ ὀφείλουσι τὸ 72 73 ἄμεινον· τὸ ἄμεινον δ’ ἐστὶν ὠφελεῖν ἀλλὰ μὴ βλάπτειν ὅσους ἂν οἷόν τε ᾖ.
ἐξ ἑτεροιοτήτων ταυτότητας καὶ ἐξ ἀκοινωνήτων καὶ ἀναρμόστων κοινωνίας καὶ ἁρμονίας καὶ ἐκ μὲν ἀνισότητος ἰσότητα ἐκ δὲ σκότους φῶς ἐργασάμενος· ἀεὶ γάρ ἐστιν ἐπιμελὲς αὐτῷ καὶ ταῖς εὐεργέτισιν αὐτοῦ δυνάμεσι τὸ πλημμελὲς τῆς χείρονος οὐσίας μεταποιεῖν καὶ μεθαρμόζεσθαι
ἀγαθοὺς ἄρχοντας, εἴ γέ τις αὐτοῖς φροντίς ἐστιν ἐξομοιώσεως τῆς πρὸς θεόν. ἐπεὶ δὲ ὑπορρεῖ μυρία καὶ λανθάνει τὸν ἀνθρώπινον νοῦν, ἅτ’ ἐνδεδεμένον αἰσθήσεων ὄχλῳ τοσούτῳ παραγαγεῖν καὶ ἀπατῆσαι ψευδέσι δόξαις ἱκανωτάτῳ, μᾶλλον δ’ ἐντετυμβευμένον θνητῷ σώματι, ὃ κυρίως ἄν τις σῆμα καλέσειε, μηδεὶς αἰδείσθω δικαστὴς ὁμολογῶν ἀγνοεῖν ὅπερ
ἀγνοεῖ.
βασιλέως—διὸ καὶ προστέτακται πᾶσι τοῖς ἱερωμένοις νηφαλίους θύειν, ἵνα μηδὲν τοῦ παραπαίειν καὶ παραληρεῖν φάρμακον ὑπεισελθὸν τοὺς τῆς διανοίας ὀφθαλμοὺς ἀμαυρώσῃ—,
νοητὸν ἥλιον ἐν αὑτῷ καὶ ἀσκίους αὐγάς, εἰς ἐναργεστάτην κατάληψιν τῶν αἰσθήσει μὲν ἀοράτων διανοίᾳ δὲ καταληπτῶν.
αὐτοὶ ἑαυτῶν, ἐὰν σωφρονῶσιν, ἄρχοντες εἶναι, μὴ φόβῳ τὰ δίκαια δρῶντες ἀλλ’ ἑκουσίῳ γνώμῃ· τοῦ γὰρ μετ’ ἀνάγκης τὸ αὐτοκέλευστον κατόρθωμα τιμιώτερον πανταχοῦ.
ὑπερτίθεσθαι τὰς δόσεις, ἀλλ’ αὐτῇ παρέχειν ἡμέρᾳ τὸν διομολογηθέντα μισθόν. ἄτοπον γὰρ τὰ μὲν ἐκ τῆς τῶν πενήτων ὑπηρεσίας ἀπειληφέναι τοὺς εὐπόρους, τὰς δ’ ἀντὶ τούτων ἀμοιβὰς μὴ ἀντιπαρασχεῖν ἀπόροις εὐθὺς περιουσίᾳ ζῶντας.
ἐῶν ἐκπρόθεσμον γενέσθαι, προθεσμίαν ὁρίσας ἑσπέραν, ἐν ᾗ δεήσει τὸν δημιουργὸν ἀπαλλαττόμενον οἴκαδε κομίσασθαι τὴν ἀμοιβήν, οὗτος οὐ πολὺ πρότερον ἁρπαγὴν ἀπαγορεύει καὶ κλοπὴν καὶ χρεωκοπίαν καὶ ὅσα τούτοις ὁμοιότροπα, διαπλάττων καὶ διαμορφῶν τὴν ψυχὴν πρὸς δόκιμον εἶδος τὸ καλοκἀγαθίας αὐτῆς;
ἐπειδὴ μόνος οὗτος τὴν χεῖρα ὑπερέχει καὶ προασπίζει τῶν αὑτοῖς βοηθεῖν ἀδυνατούντων· καὶ μόνον οὐκ ἄντικρύς φησι τοῖς ἀδικοπραγοῦσι τοὺς μὲν πεπλημμελημένους·
ὀφθαλμοὺς δὲ διὰ τῶν ἐν ποσὶν ὀλίσθων; τὸν δὲ πάντων ἔφορον καὶ δίοπον θεὸν οὐδέποτε λήσεσθε κακοπραγίαις ἀθλίων ἀνθρώπων ἐπεμβαίνοντες, ὡς τὰς ὁμοίας κῆρας οὐκ ἐνδεξόμενοι, σῶμα μὲν πάσαις ἁλωτὸν νόσοις περιφέροντες, αἰσθήσεις δ’ ἐπικήρως ἐχούσας, αἳ μικρᾶς ἕνεκα καὶ τῆς τυχούσης προφάσεως οὐκ ἀμαυροῦνται μόνον, ἀλλὰ καὶ
ἀνιάτους ὑπομένουσι πηρώσεις.“
καὶ ἐπεμβαίνειν συμφοραῖς ἑτέρων, μηδὲ τὴν πάρεδρον δίκην τοῦ πάντων 82 83 ἡγεμόνος αἰδουμένους, ᾗ θέμις ἀκοιμήτοις καὶ ὀξυωπεστάτοις ὄμμασι καὶ τὰ ἐν μυχοῖς ὡς ἐν ἡλίῳ καθαρῷ περιαθρεῖν;
καὶ ἐνυβρίζειν ἀξιοῦσιν — ὀφθαλμοί τε γὰρ μὴ βλέποντες νεκροὶ καὶ ὦτα μὴ ἀκούοντα —, ὥστ’ εἰ καὶ οὗ μέρη ταῦτ’ ἐστὶν ἐξ ἀνθρώπων ἀφανισθείη, τὸ ἀνηλεὲς καὶ ἀσύμβατον ἐπιδείξονται, μηδὲν ἀνθρώπινον καὶ συμπαθὲς δράσαντες, ἃ τετελευτηκόσι καὶ πρὸς ἐχθρῶν ἐν ἀκηρύκτοις πολέμοις σῴζεται. ταῦτα μὲν ἐπὶ τοσοῦτον.
μὲν ἤθη γυναικῶν, φθείροντας δὲ καὶ τὰς ἐπὶ τέκνων σπορᾷ γνησίων χρηστὰς ἐλπίδας· ὁ γὰρ τὰς ἐν ἀλόγοις ζῴοις ἑτερογενῶν ὀχείας ἀπηγορευκὼς ἔοικε πόρρωθεν ἀνακοπὴν μοιχῶν ἐργάζεσθαι.
84 85 δυνάμενα κοινωνεῖν· τὰ δ’ ὁμογενῆ πέφυκεν εἰς κοινωνίαν, ἐπεὶ καὶ ὅσα ἑτερογενῆ κατὰ τοὐναντίον ἄμικτα καὶ ἀκοινώνητα, οἷς ὁ μηχανώμενος ἐκθέσμους ὁμιλίας ἄδικος, νόμον φύσεως ἀναιρῶν.
ἐπιτρέπει ποιεῖσθαι διὰ τῶν τὴν ἰσχὺν ἀνίσων, ἀλλ’ ἐν ταὐτῷ καταζεύξαντας ὄνον τε καὶ μόσχον ἀροτριᾶν ἐκώλυσεν, ἵνα μὴ περιττῇ δυνάμει τοῦ μᾶλλον ἐρρωμένου τὸ ἀσθενέστερον ἁμιλλᾶσθαι βιασθὲν ἀπείπῃ καὶ προκάμῃ.
μὴ καθαρῶν. ἀλλ’ ὅμως καὶ τοῖς χείροσιν εἶναι δοκοῦσιν οὐκ ἐφθόνησεν ὠφελείας τῆς ἀπὸ τοῦ δικαίου, πρὸς ἀναγκαιοτάτην μάθησιν, ὥς γ’ οἶμαι, δικαστῶν, ἵνα μηδὲν ἐν ταῖς κρίσεσιν ἐλαττῶσι τοὺς δυσγενεῖς ἐν οἷς οὐ γένους ἀλλ’ ἀρετῆς ἢ κακίας ἐστὶν ἐξέτασις.
ἑτεροειδεῖς οὐσίας, ἔρια καὶ λίνα· καὶ γὰρ ἐπὶ τούτων οὐ μόνον ἡ διαφορότης ἀκοινώνητον, ἀλλὰ καὶ ἡ ἐπικράτεια θατέρου ῥῆξιν ἀπεργαζομένη μᾶλλον ἢ ἕνωσιν, ὅταν δέῃ χρῆσθαι.
δένδρα σπαρτοῖς ἀνοίκεια. παρὸ καὶ ἡ φύσις οὐ τὴν αὐτὴν προθεσμίαν 86 87 ἀμφοτέροις ὥρισεν εἰς τὴν τῶν ἐτησίων καρπῶν γένεσιν, ἀλλὰ τοῖς μὲν εἰς ἄμητον ὥραν ἀπένειμε τὸ ἔαρ, τοῖς δ’ εἰς συγκομιδὴν ἀκροδρύων λῆγον θέρος.
αὐαινομένων ὅσα σπαρτὰ βλαστάνουσιν αἱ δένδρων ἡμέρων τε καὶ ἀγρίων ὗλαι· καὶ σχεδὸν ὁ αὐτὸς ὅρος ἐστίν, ἐν ᾧ οἱ μὲν τῶν σπαρτῶν καρποὶ τελειοῦνται, οἱ δὲ τῶν δένδρων ἀρχὴν γενέσεως λαμβάνουσιν.
ἀταξίας εἰσηγούμενος· τάξει μὲν γὰρ συγγενὲς κόσμος, ἀταξίᾳ δὲ τὸ ἄκοσμον.
ἢ εὐγενεῖς καρποὺς οὐδέποτε οἴσει προεξασθενήσαντα ταῖς ἐνδείαις.
88 89 καθάπερ ἐκ πόλεως βασιλεῖ· τὸ δὲ φόρους ἐπιχειρεῖν πλείους ἐκλέγειν φιλοχρηματίας ὑπερβαλλούσης ἔργον ἐστίν, ᾗ καὶ τὰ φύσεως ἀνατρέπεται νόμιμα.
πόλεις καὶ χώρας ὑπηγμένων βασιλέων, οἳ προνοίᾳ τοῦ μέλλοντος καὶ ἅμα φειδοῖ τῶν ὑπηκόων ἕνα δασμὸν ἐτήσιον ἐκλέγειν ἀξιοῦσι, στοχαζόμενοι τοῦ μὴ βραχεῖ καιρῷ κατὰ τὸ παντελὲς εἰς ἐσχάτην ἀπορίαν αὐτοὺς ἀγαγεῖν.
διπλασίοις αὐτὸ δασμοῖς ἐκτραχηλιεῖτε· ἀπαγορεύσει γὰρ κατὰ τὸ εἰκὸς ἀθλητοῦ τρόπον οὐκ ἐωμένου διαπνεῖν καὶ συλλέγεσθαι δύναμιν εἰς ἑτέρας ἀγωνίας ἀρχήν.
ἔργων ἀποτρυχομένην ἕνεκα τῶν ἐν ἑξαετίᾳ πόνων, οὓς ὑπέστη καρποφοροῦσα ταῖς ἐτησίοις ὥραις κατὰ τοὺς τῆς φύσεως θεσμούς, οὐκ ἂν ἐπινεανιευόμενοι καὶ ἐπιχειρονομοῦντες ταῖς πλεονεξίαις καινοὺς σπόρους ἐπενοεῖτε τὴν δενδρίτιδα γῆν καὶ μάλιστα τὴν ἀμπελόφυτον κατασπείροντες, ἵνα διτταῖς προσόδοις καθ’ ἕκαστον ἐνιαυτὸν ἀμφοτέραις ἀδίκοις
αὔξητε τὰς οὐσίας ὑπὸ φιλοχρηματίας, ἐκνόμου ἐπιθυμίας, ἀργυρολογοῦντες.
ὁ κεκτημένος ἐναλύει καὶ ἐνσπαθᾷ προσαναρρηγνὺς τὰς ἀδίκους ἐπιθυμίας αὑτοῦ, μέτροις αὐτὰς μὴ περιορίζων.“
γένοιτο βασιλεύς, χρήσεται τῷ ἔθει πρὸς ἄνδρας ὁμοῦ καὶ γυναῖκας οὐ διττοὺς φόρους ἀναπράττων οὐδὲ διττοῖς δασμοῖς τοὺς ὑπηκόους ἐκτραχηλίζων· ἱκανὸν γὰρ τὸ σύντροφον ἔθος μαλάξαι σκληρὰ ἤθη καὶ τρόπον τινὰ παιδαγωγῆσαι καὶ διαπλάσαι πρὸς βελτίονας τύπους· τύποι δ’ ἀμείνους εἰσίν, οὓς ἐνσφραγίζεται ψυχῇ δικαιοσύνη.
ὑπείκωσι πρὸς τὸ εἰρηναῖον τραπόμενοι, δεχέσθωσαν ἄσμενοι τὰς σπονδάς·
ἐπεισχείσθωσαν ἀθρόοι καὶ βάλλοντες μὲν τοῖς δορατίοις εὐστόχως ἐπιστροφάδην δὲ τοῖς ξίφεσιν ἀναιροῦντες ἀφειδῶς ἀμυνέσθωσαν, ἃ παθεῖν ἐμέλλησαν διατιθέντες, ἄχρις ἂν τὸν ἀντιτεταγμένον ἅπαντα στρατὸν ἡβηδὸν καταστορέσωσιν.
μηδ’ αὖθίς ποτε δυνηθῆναι τὴν αὐτὴν πόλιν διαπνεύσασαν ἐγερθῆναι καὶ στασιάσαι καὶ ὑπὲρ τοῦ νουθετῆσαι φόβῳ τοὺς ὁμόρους, p. 373 Μ. ἐπειδὴ τοῖς 94 95 ἑτέρων πάθεσιν ἄνθρωποι διδάσκονται σωφρονεῖν· παρθένους δὲ καὶ γυναῖκας μεθέσθωσαν, μηδὲν τῶν ὅσα νεωτερίζει πόλεμος ἐξ αὐτῶν πείσεσθαι προσδοκῶντες ἕνεκα φυσικῆς ἀσθενείας τετιμημένων ἀστρατείᾳ.
ὡς τοῖς ἄρχουσι χειρῶν ἀδίκων ὑπ’ ἀνανδρίας ἐνδιδόναι, διακρίνει δ’, ὁπότε πρὸς ἄμυναν ἴοι, τοὺς ἐπιβούλως ζῶντας καὶ τοὐναντίον·
κατοικίδιος.
ἐπιδείκνυται δένδρον, ὡς ἀνθ’ ὧν διατίθησιν ἢ διατιθέναι παρεσκεύασται ῥίζαις αὐταῖς ἀνασπᾶσθαι;
σκόλοπας τάφροις καί, ὁπότε δέοι, κλιμάκων καὶ πύργων ξυλίνων κατασκευάς· εἰς γὰρ ταῦτα καὶ τὰ τούτοις ὅμοια γένοιτ’ ἂν αὐτῶν χρεία προσήκουσα.
παντὸς ἐπαίνου καὶ παντὸς ἐγκωμίου κρείττονα καθεστῶσαν; ἓν γοῦν τὸ πρεσβύτατον ἀγαθὸν αὐτῆς, ἡ εὐγένεια, κἂν τἄλλα τις παραλιπὼν ἡσυχάζῃ, γένοιτ’ ἂν αὐταρκέστατος ἔπαινος.
ἀνισότης, ἐν ᾗ τό τε ὑπερέχον καὶ τὸ ὑπερεχόμενον, σκότους ἀρχή τε καὶ πηγή.
προσαγορευομένας ἰσημερίας, ἐαρινήν τε καὶ μετοπωρινήν, οὕτως ἡ φύσις ἐτράνωσεν, ὡς καὶ τοὺς ἀμουσοτάτους αἰσθάνεσθαι τῆς ἐν τοῖς μεγέθεσιν ἡμερῶν πρὸς νύκτας ἰσότητος.
εἰς τὰς καλουμένας ἐτησίους ὥρας, τρέπεσθαι καὶ μεταβάλλειν ὁ ἀὴρ πέφυκεν ἐν ταῖς τροπαῖς καὶ μεταβολαῖς ἄλεκτον ἐπιδεικνύμενος ἐν ἀταξίᾳ τάξιν· ἰσαρίθμοις γὰρ μησὶ διακρινόμενος εἴς τε χειμῶνα καὶ ἔαρ θέρος τε καὶ μετόπωρον, τρισὶν εἰς ἑκάστην ὥραν, ἐκπληροῖ τὸν ἐνιαυτόν, ὅς, καθάπερ αὐτὸ μηνύει τοὔνομα, αὐτὸς ἐν ἑαυτῷ πάντα
περιέχει συμπεραιούμενος, ἑτέρως οὐκ ἂν τοῦτ’ ἐργάσασθαι δυνηθείς, εἰ μὴ ταῖς ἐτησίοις ὥραις αὑτὸν ἐπέχρησεν.
φέγγος.
100 101 καὶ κακιῶν αἴτιον.
ταῖς ἐκείνων ἀνάγραπτα ψυχαῖς καταλιπεῖν, ἱερωτάτῳ χωρίῳ θεῖα ἀγάλματα.
De Specialibus Legibus (lib. i‑iv). Philo Judaeus. ed. Leopold Cohn, ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.