δεύτερον δέ, ὅτι κοινῇ μὲν ὡς πλήθει τις ἐκκλησιάζων οὐκ ἐξ ἀνάγκης διαλέγεται ἑνί, ὅτε δὲ προστάττων ἢ ἀπαγορεύων, ἰδίᾳ ὡς ἑνὶ ἑκάστῳ τῶν ἐμφερομένων εὐθὺς ἂν δόξαι τὰ πρακτέα καὶ κοινῇ πᾶσιν ἀθρόοις ὑφηγεῖσθαι· εὐπειθέστερος δὲ ὁ τὰς παραινέσεις αὐτοπροσώπως δεχόμενος, ὁ δὲ συλλήβδην μεθ’ ἑτέρων κεκώφωται τὸν ὄχλον ἀφηνιασμοῦ παρακάλυμμα
ποιούμενος.
De Decalogo. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.